Ετικέτες

Τρίτη 13 Σεπτεμβρίου 2011

ΕΚΘΡΟΝΙΣΗ ΒΥΖΑΝΤΙΝΩΝ ΑΥΤΟΚΡΑΤΟΡΩΝ (ΠΗΓΕΣ)


ΠΟΙEIN: Ο Έστω-Τόπος για την ποίηση
Η Επιθεώρηση Ποιητικής Τέχνης «poiein.gr» είναι μια ιστοσελίδα για ποιήματα, ποιητές και ποίηση (ίσως...) από όλο τον κόσμο και για όλο τον κόσμο...(περισσότερα)


Βυζαντινό Στασιωτικό Μέρος Β΄, Ανθολόγιο: Ζ. Δ. Αϊναλής

ΙΟΥΛ25

Κατηγορία: Αναγνώσεις, καταχώρηση από: Σωτήρης Παστάκας
ΑΝΘΟΛΟΓΙΟ
2.) Η καθαίρεση του Ιουστινιανού Β΄

ΘΕΟΦΑΝΟΥΣ
ΑΜΑΡΤΩΛΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΗΓΟΥΜΕΝΟΥ ΤΟΥ ΑΓΡΟΥ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ
ΧΡΟΝΟΓΡΑΦΙΑ
Ἐν αὐτῷ δὲ τῷ ἔτει Ἰουστινιανὸς ἐξεβλήθη τῆς βασιλείας τρόπῳ τοιῷδε• ἐκέλευσε Στεφάνῳ τῷ πατρικίῳ καὶ στρατηγῷ, τὸ ἐπίκλην Ῥουσίῳ, νυκτὸς ἀποκτεῖναι τὸν δῆμον Κωνσταντινουπόλεως, ἄρξασθαι δὲ ἀπὸ τοῦ πατριάρχου. Λεόντιος δὲ ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν γενόμενος καὶ ἐν πολέμοις εὐδοκιμήσας ἐν φρουρᾷ τε χρόνους τρεῖς ποιήσας, κατηγορηθεὶς ἐξάπινα ἀνεκλήθη καὶ στρατηγὸς Ἑλλάδος προεβλήθη. ἐκελεύσθη δὲ εἰς τρεῖς ἐμβληθῆναι δρόμωνας καὶ αὐθημερὸν ἀποκινῆσαι τῆς πόλεως. τῇ δὲ αὐτῇ νυκτὶ ἐν τῷ Ἰουλιανησίῳ λιμένι τῶν Σοφίας πλησίον τῶν Μαύρου πρὸς τὸ ἐκπορίσαι τῆς πόλεως μεθορμίσαντος, συνετάσσετο τοῖς πρὸς αὐτὸν ἀπερχομένοις φίλοις, ἐν οἷς πρὸς αὐτὸν παρεγένοντο καὶ οἱ γνήσιοι αὐτοῦ φίλοι, Παῦλος μοναχὸς τῶν Καλλιστράτου, ὁ καὶ ἀστρονόμος, Γρηγόριος ὁ Καππάδοξ ὁ καὶ κλεισουριάρχης γενόμενος, ἔπειτα δὲ μοναχὸς καὶ ἡγούμενος τῶν Φλώρου• οἵ τινες ἐν τῇ φυλακῇ πυκνοτέρως αὐτὸν ἐπισκεπτόμενοι διεβεβαιοῦντο αὐτὸν βασιλεύσειν τῶν Ῥωμαίων. ὁ δὲ Λεόντιος λέγει πρὸς αὐτούς• “ὑμεῖς διεβεβαιώσασθέ με ἐν τῇ φυλακῇ περὶ βασιλείας• καὶ νῦν ἡ ζωή μου ἐν κακοῖς τελειοῦται. ὄπισθεν γάρ μου ἔσομαι κατὰ πᾶσαν ὥραν ἐκδεχόμενος τὸν θάνατον.” οἱ δὲ εἶπον• “αὐτὸς μὴ ὀκνήσῃς, καὶ τοῦτο εὐθέως πληροῦται. ἐπάκουσον ἡμῖν μόνον, καὶ ἀκολούθησον ἡμῖν.” καὶ λαβὼν ὁ Λεόντιος τοὺς ἀνθρώπους αὐτοῦ, καὶ ἄρματα, ὅσα εἶχεν, ἀνῆλθεν εἰς τὸ πραιτώριον σιγῇ πολλῇ, καὶ κρούσαντες τὴν πύλην προεφασίσαντο τὸν βασιλέα παραγεγονέναι ἐπὶ τὸ διοικῆσαί τινας τῶν ἐκεῖσε ὄντων. μηνυθέντος δὲ τοῦ τηνικαῦτα ὑπάρχου καὶ συντόμως ἐλθόντος καὶ τὰς πύλας ἀνοίξαντος, χειροῦται ὑπὸ Λεοντίου καὶ ῥαπισθεὶς ἐπεδήθη χεῖρας καὶ πόδας. εἰσελθὼν δὲ ὁ Λεόντιος καὶ τὰς φυλακὰς ἀνοίξας λύσας τε τοὺς καθειργμένους ἄνδρας πολλοὺς καὶ γενναίους, ἀπὸ ἓξ καὶ ὀκτὼ χρόνων ἐγκεκλεισμένους, στρατιώτας τοὺς πλείονας τυγχάνοντας, καὶ τούτους ὁπλίσας εἰς τὸν Φόρον ἐξῆλθε σὺν αὐτοῖς κράζων• “ὅσοι Χριστιανοὶ εἰς τὴν ἁγίαν Σοφίαν.” καὶ πέμψας καθ’ ἕκαστον ῥεγεῶνα τὴν αὐτὴν φωνὴν ἀνακράζειν προσέταξεν. τὸ δὲ πλῆθος τῆς πόλεως θορυβηθὲν σπουδῇ εἰς τὸν λουτῆρα τῆς ἐκκλησίας συνηθροίσθη. αὐτὸς δὲ ἅμα τοῖς δυσὶ μοναχοῖς καὶ φίλοις αὐτοῦ σὺν καί τινων τῶν ἐκ τῆς φυλακῆς ἐξελθόντων ἐμφανεστέρων ἀνδρῶν εἰς τὸ πατριαρχεῖον ἀνῆλθε πρὸς τὸν πατριάρχην. εὑρὼν δὲ καὶ αὐτὸν τεταραγμένον διὰ τὰ κελευσθέντα τῷ πατρικίῳ Στεφάνῳ τῷ Ῥουσίῳ πείθει αὐτὸν κατελθεῖν εἰς τὸν λουτῆρα καὶ φωνῆσαι οὕτως• “αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος.” ἅπαν δὲ τὸ πλῆθος ἦραν φωνήν• “ἀνασκαφῇ τὰ ὀστέα Ἰουστινιανοῦ.” καὶ οὕτως ἐν τῷ ἱπποδρομίῳ ἐξέδραμε πᾶς ὁ λαός. ἡμέρας δὲ γενομένης, ἐξάγουσι τὸν Ἰουστινιανὸν εἰς τὸ ἱπποδρόμιον διὰ τῆς σφενδόνης καὶ ῥινοκοπήσαντες ἅμα καὶ γλωσσοκοπήσαντες ἐξώρισαν ἐν Χερσῶνι• ὁ δὲ ὄχλος συλλαβόμενος τόν τε Θεόδοτον τὸν μοναχὸν καὶ γενικὸν λογοθέτην καὶ Στέφανον τὸν σακελλάριον τὸν Πέρσην, σχοίνοις τε ἐκ ποδῶν τούτους δήσαντες σύρουσι διὰ τῆς μέσης λεωφόρου καὶ εἰς τὸν Βοῦν ἀπαγαγόντες κατέκαυσαν• καὶ οὕτω Λεόντιον βασιλέα εὐφήμησαν.
ΘΕΟΦΑΝΟΥΣ ΑΜΑΡΤΩΛΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΗΓΟΥΜΕΝΟΥ ΤΟΥ ΑΓΡΟΥ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ, ΧΡΟΝΟΓΡΑΦΙΑ, ed. C. DE BOOR, Theophanis chronographia, Leipzig, 1883, σ. 368 – 369.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΙΣΤΟΡΙΑ ΣΥΝΤΟΜΟΣ
Καταλιμπάνει δὲ εἰς τὴν βασιλείαν τὸν υἱὸν Ἰουστινιανὸν ἑκκαιδέκατον ἔτος τῆς ἡλικίας ἄγοντα; ὃς τῆς βασιλείας ἐπιλαβόμενος τὰ ὑπὸ τοῦ πατρὸς τῆς εἰρήνης ἕνεκεν καὶ τῆς ἄλλης πολιτικῆς εὐταξίας βραβευθέντα διέστρεφε. μεθ’ ὧν λύει καὶ τὴν πρὸς τοὺς Βουλγάρους γενομένην εἰρήνην. ἱππικὰ δὲ στρατεύματα πρὸς τοῖς Θρᾳκῴοις διαγαγὼν χωρίοις κατὰ τῶν Σκλαβηνῶν εὐθέως ὥρμησε. μέχρι δὲ Θεσσαλονίκης ἐκδραμὼν πόλεως, πολλὰ τῶν ἐκεῖσε Σκλαβηνῶν γένη τὰ μὲν πολέμῳ τὰ δὲ ὁμολογίᾳ παραλαβών, εἰς τὴν τοῦ Ὀψικίου λεγομένην χώραν διὰ τῆς Ἀβύδου διαβιβάσας κατέστησεν. ἐξ ὧν στρατεύει ἄχρι καὶ εἰς τριάκοντα χιλιάδας λαόν, οὓς ἐξοπλίσας λαὸν ἐκάλεσε περιούσιον, ἄρχοντα αὐτοῖς ἐκ τῶν εὐγενεστέρων ἐπιστήσας Νεβοῦλον τοὔνομα. εἰς οὓς θαρρήσας λύει τὴν πρὸς τοὺς Σαρακηνοὺς παρὰ τοῦ πατρὸς γενομένην εἰρήνην, μεθίστησι δὲ καὶ τοὺς ἐν τῷ ὄρει τοῦ Λιβάνου λοχοῦντας ἐκ παλαιοῦ χρόνου ὁπλίτας. ἐκστρατεύει δὲ κατ’ αὐτῶν, καὶ κατὰ τὴν Σεβαστόπολιν γίνεται. καὶ αὐτοὶ δὲ ἐπιστρατεύσαντες πρὸς αὐτοὺς παραγίνονται• καὶ τὰ μὲν τῆς εἰρήνης φυλάττεσθαι βέβαια παρ’ αὑτῶν ἔφασκον, εἰ δὲ βούλοιντο διαστρέφειν Ῥωμαῖοι, θεὸν κριτὴν τῶν αἰτίων γίνεσθαι. Ἰουστινιανοῦ δὲ μᾶλλον τῆς μάχης αἱρουμένου, οὗτοι τὸν τῆς εἰρήνης ἔγγραφον λόγον ἐφ’ ὑψηλοῦ ἀναρτήσαντες σημείου προάγειν ἐκέλευον, καὶ δὴ κατὰ Ῥωμαίων ἐχώρουν. οἱ δὲ εἰς φυγὴν ἐτράποντο. καὶ ὁ κληθεὶς περιούσιος τῶν Σκλάβων λαὸς τοῖς Σαρακηνοῖς προστίθεται, καὶ σὺν αὐτοῖς Ῥωμαίους ἀνῄρουν. ἐξ οὗ πλεῖον προσκτησάμενοι θάρσος πλειόνως τὴν Ῥωμαίων ἀρχὴν ἐλυμαίνοντο. καὶ τὰ μὲν πρὸς τὸ ἔθνος οὕτω πως ἔσχεν.
Ἐς δὲ τὰς πολιτικὰς ἀρχὰς καθίστα ἄνδρας ἀπηνεῖς καὶ ὠμοτάτους, ὧν ἦν Στέφανος εὐνοῦχος Πέρσης, ταμίας τῶν βασιλικῶν χρημάτων• καὶ πολλὰ τοὺς ὑπὸ χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεόδοτον δέ τινα μοναχόν, ἐγκλειστὸν τὸ πρότερον κατὰ τὰ Θρᾳκῷα τοῦ Στενοῦ λεγομένου πόρου γεγονότα, τῶν δημοσίων λογιστήν, ὃν τὸ δημῶδες γενικὸν λογοθέτην καλοῦσι, κατέστησεν, ὃς ὑπερβολῇ ὠμότητος οὐ τοὺς ὑπ’ αὐτὸν μόνον χρήματα ἔπραττε, μετεώροις σχοινίοις ἀναρτῶν καὶ ἀχύροις περικαπνίζων, ἀλλ’ ἤδη καὶ ἑτέρους περιφανεστέρους ἄνδρας δημεύων καὶ ἀφορήτους ποινὰς ἐπιφέρων ἀπέκτεννεν. Λεόντιον δέ τινα πατρίκιον ἐκ τῆς τῶν Ἰσαύρων ὁρμώμενον χώρας καὶ στρατηγὸν γενόμενον τοῦ ἀνατολικοῦ καλουμένου στρατεύματος, εὐδόκιμόν τε ἐν πολλοῖς πολλάκις γενόμενον, καὶ αὐτὸν ὑποφρούριον τρισὶ χρόνοις Ἰουστινιανὸς ἐποίησεν• εἶτα τῆς φρουρᾶς λύσας στρατηγὸν τῆς Ἑλλάδος προβάλλεται, αὐθημερὸν ἀναγκάσας τοῦ Βυζαντίου ἀπαίρειν. πρὸς ὃν γίνονται φίλοι τυγχάνοντες ἀωρὶ τῆς νυκτὸς Παῦλός τις μοναχὸς τῆς Καλλιστράτου μονῆς ὑπάρχων, ἀστρονόμος τὴν ἐπιστήμην, καὶ Γρηγόριος μοναχὸς καὶ ἡγούμενος ἐν τῇ Φλώρου μονῇ, Καππαδόκης τὸ γένος, ὡς προπέμψοντες. αὐτὸς δὲ ἰδὼν ἐνεκάλει λέγων ὡς “μάτην μοι τὰ τῆς βασιλείας προεμαντεύσασθε• νῦν γὰρ ἐνθένδε ἀποχωροῦντα τὸ τέλος με τῆς ζωῆς πικρὸν καταλήψεται”. οἱ δὲ τῆς ὁδοῦ εἶργον, βέβαια παρεχόμενοι < ὡς> εἰ μὴ ὀκνήσειεν τῆς ἐξουσίας κρατήσειεν. τούτοις πεισθεὶς εὐθὺς ἐπικομίζων τινὰς τῶν ὑπηρετῶν ἔτι τῆς νυκτὸς ἐφισταμένης καὶ ὅπλα ἀνελόμενος εἰς τὸ πραιτώριον ἄνεισιν ἡσυχῇ. καὶ σημηνάντων ὡς τὸν βασιλέα παρεῖναι ἐν τοῖς ἐκεῖσε πρᾶξαι τὰ κατὰ γνώμην, ὁ τοῦ πραιτωρίου ὕπαρχος ὑπήντα διανοιγνὺς τὰς πύλας• ὃν αὐτίκα χεῖρας καὶ πόδας ἐπέδησεν. ἐντὸς δὲ γενόμενος Λεόντιος πάντας τοὺς καθειργμένους ἔλυσε καὶ ὁπλίσας ἐπὶ τὸν καλούμενον Φόρον ἐξώρμησε• κἀκεῖθεν σκεδαννυμένους ἀνὰ πάντα μέρη τῆς πόλεως βοῇ κράζειν ἐκέλευσε πάντας Χριστιανοὺς εἰς τὸ ἱερὸν τῆς Σοφίας παραγενέσθαι. ἐξ ὧν πᾶν τὸ πλῆθος θορυβηθὲν σπουδῇ πρὸς τὸν λουτῆρα τῆς ἐκκλησίας ἠθροίζετο. ὁ δὲ σὺν τοῖς μοναχοῖς καὶ ἑτέροις τῶν φίλων πρὸς Καλλίνικον τὸν τηνικαῦτα ἱεράρχην τῆς πόλεως ἔρχεται, καὶ βιάζεται κατελθεῖν καὶ φωνῆσαι πρὸς τὸν λαόν “αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος”. τὸ δὲ πλῆθος Ἰουστινιανὸν ἐδυσφήμει. καὶ οὕτως ἅπαντες ἐπὶ τὸν χῶρον τῆς ἱπποδρομίας ᾤχοντο. ἡμέρας δὲ ἐπιγενομένης ἐκφέρουσιν Ἰουστινιανὸν πρὸς αὐτούς. καὶ τῆς πληθύος βοώσης βασιλέα ξίφος διαδέχεσθαι, Λεόντιος τοῦ αἵματος αὐτοῦ φεισάμενος διὰ τὴν πρὸς Κωνσταντῖνον τὸν πατέρα αὐτοῦ ἀγάπην, τεμὼν τὴν γλῶτταν καὶ τὴν ῥῖνα ἐν Χερσῶνι τῇ πόλει ἐξώρισε, δέκατον ἤδη ἔτος ἐν τῇ βασιλείᾳ διανύσαντα. Λεόντιος δὲ ὑπὸ τοῦ πλήθους βασιλεὺς ἀναγορεύεται. Στέφανον δὲ τὸν εὐνοῦχον καὶ Θεόδοτον τὸν μοναχόν, δι’ ἣν ὑπέμεινε παρ’ αὐτῶν κάκωσιν, καὶ ἄκοντος τοῦ βασιλέως συλλαβόμενοι καὶ τῶν ποδῶν ἐξαναρτήσαντες διὰ σχοίνων συρέντας πρὸς τὴν καλουμένην τοῦ Βοὸς ἀγορὰν πυρὶ παραδεδώκεσαν. καὶ τὰ μὲν ἐν Κωνσταντινουπόλει οὕτω διέκειντο.
ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΙΣΤΟΡΙΑ ΣΥΝΤΟΜΟΣ, ed. C. DE BOOR, Nicephori archiepiscopi Constantinopolitani opuscula historica, Leipzig, 1880, σ. 36 – 39.
3.) Το τέλος του Ανδρόνικου Κομνηνού
ΝΙΚΗΤΑΣ ΧΩΝΙΑΤΗΣ
ΧΡΟΝΙΚΗ ΔΙΗΓΗΣΙΣ
Καὶ τοῦτον μὲν τὸν τρόπον Ἀνδρόνικος τῆς Ῥωμαϊκῆς ἀρχῆς ἀπεσφαίριστο, Ἰσαάκιος δὲ τῶν ἀρχείων εἴσω παρελθὼν καὶ βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ὑπὸ τῶν συνεληλυθότων ὄχλων αὖθις ἀναρρηθεὶς στέλλει τοὺς ὀπίσω Ἀνδρονίκου καταδιώξοντας. τὸ δὲ τοῦ δήμου πολύ, ἐπειδὴ τὰ ἀνάκτορα ἄνετα ἐγεγόνεισαν καὶ οὐδεὶς ἦν ὁ κωλύσων αὐτοὺς ἢ ἀπάξων τοῦ δρᾶν οἷα καὶ ὅσα βούλοιντο, διαρπάζουσιν οὐ μόνον ὁπόσα χρήματα εὕραντο παρὰ τοῖς Χρυσιοπλυσίοις ἔτι ταμιευόμενα (ἦσαν δὲ ἄνευ τῶν μὴ κεκομμένων εἰς νόμισμα ὑλῶν χρυσίου κεντηνάρια δώδεκα, ἀργυρίου τριάκοντα καὶ τοῦ ἐκ χαλκοῦ κόμματος διακόσια), ἀλλὰ καὶ πᾶν ἕτερον, ὅπερ εἶχον αἱ χεῖρες ἑνός τινος μεταφέρειν ῥᾳδίως ἢ καὶ πολλῶν συνερχομένων ὁμοῦ. ὅπλων δὲ μετήνεγκαν μυριάδας τὰς ὁπλοθήκας εἰσιόντες. προέβη δὲ τὰ τῆς ἁρπαγῆς καὶ εἰς τοὺς ἔνδον τῶν βασιλείων νεώς, ὥστε καὶ κόσμους ἀπορραγῆναι ἁγίων εἰκασιῶν καὶ αὐτὸ δὲ τὸ ἱερώτατον κλοποφορηθῆναι σκεῦος, οὗ ἔνδοθεν φήμη ἄνωθεν διαρρέει καὶ ἐς ἡμᾶς καταβαίνουσα τὸ τοῦ Κυρίου ἐπιστόλιον συνεπτύχθαι, ὅπερ οἰκείαις χερσὶν ἐξέθετο πρὸς τὸν Αὔγαρον.
Ἡμέρας οὖν συχνὰς τῷ μεγάλῳ παλατίῳ ἐνδιατρίψας ὁ βασιλεὺς Ἰσαάκιος πρὸς τὸ ἐν Βλαχέρναις ἀρχεῖον μεθίσταται, ἔνθα καὶ οἱ ἀγγέλλοντες ἐληλύθεσαν ἁλῶναι Ἀνδρόνικον. ἦν δὲ ὁ τρόπος τῆς αὐτοῦ συλλήψεως οὑτοσίν. ἀποδιδράσκων ἀφικνεῖται εἰς Χηλὴν ὀλίγους τῶν πρὸ τῆς βασιλείας ὑπηρετῶν συνεπομένους ἔχων ἑαυτῷ καὶ τὰς δύο γυναῖκας ἐπαγόμενος. ἰδόντες οὖν αὐτὸν οἱ ἐκεῖσε μηδὲν τεκμήριον περικείμενον τῶν κρατούντων, ἀλλ’ ὡς φυγάδα τὴν ἐπὶ τοὺς Ταυροσκύθας διαπλώϊσιν ἐπισπέρχοντα καὶ φεύγοντα μηδενὸς διώκοντος, συλλαβεῖν μὲν οὔτε ἐθάρρησαν, οὔτε ὁπωσοῦν ἐδικαίωσαν (τὸν γὰρ θῆρα καὶ γυμνὸν οὐδὲν ἔλαττον ἐδεδίεσαν καὶ πρὸς μόνην τὴν ἐκείνου θέαν κατέπτησσον), νῆα δὲ ἡτοιμάσαντο καὶ Ἀνδρόνικος μετὰ τῶν ὑπ’ αὐτὸν ἐμβέβηκεν εἰς αὐτήν. ὥσπερ δὲ καὶ θαλάσσης ἀγανακτούσης κατ’ Ἀνδρονίκου, ὅτι σώμασιν ἀθώοις τοὺς αὐτῆς κόλπους πολλάκις ἔχρανεν, ὀρθόν τε τὸ κῦμα ἵστατο καὶ εἰς χάσμα διίστατο καὶ καταπιεῖν αὐτὸν διανίστατο καὶ πρὸς χέρσον ἡ ναῦς ἐξεβράσσετο. καὶ τοῦτο πολλάκις γινόμενον ἐκόλουσε τὴν Ἀνδρονίκου περαίωσιν, ἕως οἱ καταληψόμενοι ἐπέστησαν.
Οὕτω τοίνυν ὁ τάλας Ἀνδρόνικος συσχεθεὶς ἀκατίῳ παραρριπτεῖται μετὰ τῶν γυναικῶν δέσμιος. ἀλλ’ ἦν κἀν τῷ τότε καιρῷ Ἀνδρόνικος ὁ πολύμητις ἐκεῖνος καὶ περίφρων Ἀνδρόνικος. συνιδὼν γὰρ ὡς χεῖρες οὐκ εἰσίν, ὡς πόδες οὐκ εἰσίν, οὐδὲ πάρεστι ξίφος εἰς τὸ δρᾶσαί τι γενναῖον καὶ διαδρᾶσαι τοὺς συλλαβόντας, ὑποκρίνεται τραγῳδίαν δεξιοστροφήσας τὸ τρίχορδον τῆς φθογγῆς καὶ θρηνῶδες ᾄδει τι μέλος καὶ περιπαθὲς ἀναβάλλεται, τὰς παλαιὰς πειθανάγκας ἀνατινάσσων καὶ περιτρέχων ὡς δεξιὸς μουσηγέτης εὐήχου ὀργάνου χορδάς, καὶ καταλέγει μελεάζων ὡς ἀηδόνες τὸ γένος ὡς ὑψηλόν, τὸ εὐγενὲς ὡς ὑπὲρ τοὺς πολλούς, τὴν προτέραν τύχην ὡς εὐτυχῆ, τὸν πάλαι βίοτον, κἂν πλάνης ἦν καὶ ἀνέστιος, μηδαμῶς ἀβίωτον, καὶ τὴν τότε κατασχοῦσαν αὐτὸν συμφορὰν ὡς λίαν οὖσαν οἰκτράν. ἀντᾳδούσας δ’ εἶχε καὶ τὸ μέλος γοερώτερον διασκευαζούσας οἷα σοφὰς τὰς γυναῖκας. καὶ ὁ μὲν ἦρχε τῶν θρηνημάτων, αἱ δὲ ἀντῇδον αὐτῷ συνυπακούουσαι καὶ συμψάλλουσαι.
Ἀλλ’ ἦν μάτην ταῦτα πάντα μετιὼν καὶ διακενῆς τεχνώμενος ὁ πολυτροπώτατος• ἃ γὰρ ἀνόσια διεπράξατο ἔργα, ταῦτα ὡσεὶ κηρὸς τὰς τῶν κατασχόντων αὐτὸν ἐπέβυσεν ἀκοάς, καὶ οὐδεὶς οὐδένα οἶκτος εἰσῄει, οὐδ’ ἐνήχησις ἦν ὧν κατὰ Σειρῆνας ἐμελῴδει γυναικωδῶς, εἴτ’ οὖν ὑπούλως καὶ δολερῶς, εἰπεῖν οἰκειότερον, καὶ τὸ μῶλυ τὸν Ἑρμῆν ἐπιλέλοιπε τοῦ θείου μηνίσαντος.
Εἶχε τοίνυν τοῦτον ἡ τοῦ Ἀνεμᾶ λεγομένη φρουρὰ δυσὶ παχείαις ἁλύσεσι τὸν ὑψιτενῆ βαρούμενον τράχηλον, ὑφ’ ὧν οἱ ἐν δεσμωτηρίοις σιτούμενοι λέοντες μετὰ σιδηρέων κλοιῶν συνέχονται, καὶ πέδαις τοὺς πόδας κακούμενον. ἐμφανισθεὶς δὲ οὕτως ἔχων καὶ παραστὰς Ἰσαακίῳ τῷ βασιλεῖ ὕβρεσι βάλλεται, κατὰ κόρρης ῥαπίζεται, τοὺς γλουτοὺς ἐπικρούεται, τὴν γένυν τίλλεται, τοὺς ὀδόντας ἐκριζοῦται, τὴν κεφαλὴν ψιλοῦται τριχῶν, εἰς κοινὸν ἐκδίδοται παίγνιον πᾶσι τοῖς συνελθοῦσιν, ἐμπαροινεῖται καὶ ὑπὸ γυναικῶν καὶ τύπτεται πυγμαῖς κατὰ στόματος, καὶ τούτων ὁπόσαι μάλιστα ἢ θανάτῳ ὑπ’ Ἀνδρονίκου ἀπεβάλοντο τοὺς συνεύνους ἢ τοὺς ὀφθαλμοὺς ἀπεσβεσμένους ἀπέλαβον. ἔπειτα τὴν δεξιὰν χεῖρα πελέκει ἀποκοπεὶς παραρριπτεῖται αὖθις τῇ αὐτῇ φυλακῇ, ἄσιτος, ἄποτος, ὑπ’ οὐδενὸς μεταλαγχάνων οἱασοῦν κομιδῆς.
Μεθ’ ἡμέρας δέ τινας καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξορύττεται καὶ καθεσθεὶς ἐπὶ καμήλου ψωριώσης διὰ τῆς ἀγορᾶς θριαμβεύεται, κατὰ γεράνδρυον ἄφυλλον ᾠοῦ ψιλότερον ἀκαλυφές τε παντάπασι κρανίον προφαίνων καὶ βραχεῖ ῥακίῳ τὸ σῶμα σκεπόμενος, θέαμα ἐλεεινὸν καὶ πηγὰς ἐθέλον δακρύων ἡμέροις ὄμμασιν. ἀλλ’ οἱ εὐηθέστατοι καὶ ἀπαιδευτότατοι τῆς Κωνσταντίνου οἰκήτορες καὶ τούτων οἱ ἀλλαντοπῶλαι πλέον καὶ βυρσοδέψαι καὶ ὅσοι τοῖς καπηλείοις διημερεύουσι κἀκ τῶν καττυμάτων ἀποζῶσι γλίσχρως καὶ ταῖς ῥαφίσι τὸν ἄρτον στενῶς συλλέγουσι, κατ’ ἔθνεα συναθροισθέντες μυιῶν, αἳ τοὺς γαυλοὺς ἀμφιπεριίπτανται ἔαρος καὶ περιχαίνουσι τὰ πιαλέα κισσύβια, μηδένα λόγον θέμενοι, εἰ βασιλεὺς οὗτος πρὸ τρίτης καὶ βασιλείῳ διαδήματι περιδούμενος καὶ ὡς σωτὴρ ὑμνούμενος ὑπὸ πάντων ἀνευφημούμενός τε καὶ προσκυνούμενος καὶ ὡς φρικώδεσιν ὅρκοις τὴν εἰς αὐτὸν ἐνεπέδωσαν πίστιν καὶ εὔνοιαν, ἀλόγῳ δὲ θυμῷ καὶ παραλογωτέρῳ νοῒ φερόμενοι οὐδέν τι τῶν κακῶν ἐνέλιπον, ὃ μὴ εἰς Ἀνδρόνικον ἀνοσίως εἰργάσαντο. οἱ μὲν γὰρ κατὰ κεφαλῆς κορύναις αὐτὸν ἔπληττον, οἱ δὲ βολβίτοις τὰς ἐκείνου ῥῖνας ἐμόλυνον, ἄλλοι διὰ σπόγγων λύματα γαστέρων βοείων καὶ ἀνθρωπείων τῶν ὄψεων ἐκείνου κατέχεον. ἕτεροι αἰσχρορρημονοῦντες ἐκακολόγουν ἐς μητέρα καὶ τὸν λοιπὸν τῶν τοκέων. ἦσαν οἳ καὶ ὀβελίσκοις ἔπειρον αὐτοῦ τὰς πλευράς. οἱ δ’ ἀναιδέστεροι λιθολευστοῦντες κύνα ὠνόμαζον λυσσητῆρα. μία δέ τις πορνικὴ γυνὴ καὶ ἀκόλαστος κεράμιον θερμοῦ ὕδατος πλῆρες ἁρπασαμένη ἐξ ὀπτανείου τῶν ἐκείνου κατεκένωσε παρειῶν. καὶ οὐδεὶς ἦν, ὃς οὐκ ἦν ἐπ’ Ἀνδρονίκῳ κακοποιός. καὶ οὕτως ἀτίμως ἐπὶ τὸ θέατρον ἀπαχθεὶς μετὰ γελοιώδους θριάμβου καὶ τοῦ οἰκτροῦ ἐκείνου καὶ παιζομένου ἐπὶ καμήλου ὑψώματος καὶ ὅπερ ἄνωθεν κατέβη αὐτόχρημα ἐκ ποδῶν ἀναρτᾶται, τινῶν ἀναψάντων ἐκ φελλύρας καλώδιον, κατὰ τοὺς περὶ τὰς ἐπικλινεῖς τὸν τράχηλον ἐκ χαλκοῦ πεποιημένας λύκαινάν τε καὶ ὕαιναν ἱσταμένους δύο στυλίσκους καὶ λίθον ἐπικείμενον ἔχοντας.
Τοσαῦτα δὲ πεπονθὼς καὶ μυρία ἕτερα ὑποστάς, ὅσα ὁ λόγος παρέδραμεν, ὅμως ἀντεῖχεν ἔτι γενναίως πρὸς τὰς ἐπιφορὰς τῶν δεινῶν ἐρρωμένος ὢν τὸ φρονεῖν. πρὸς δὲ τοὺς ἐπεισχεομένους καὶ βάλλοντας ἐπιστρεφόμενος ἄλλο μὲν οὐδὲν ἐφθέγγετο, εἰ μὴ τὸ „Κύριε ἐλέησον“ καὶ „ἵνα τί κάλαμον συντετριμμένον προσεπικλᾶτε“; ἀλλ’ οὐδὲ μετὰ τὴν ἐκ ποδῶν ἀπαιώρησιν οἱ ἀνούστατοι ὄχλοι τοῦ πολυπαθοῦς ἀπέσχοντο Ἀνδρονίκου ἢ φειδὼ τῶν ἐκείνου σαρκῶν ἔλαβον, ἀλλὰ περιελόντες τὸ χιτώνιον κακῶς ἐτίθουν τὰ παιδογόνα μόρια. ἀνόσιος δέ τις καὶ διὰ τοῦ φάρυγγος εἰς τὰ ἔγκατα ἐπίμηκες ξίφος ἔβαψε, τινὲς δὲ τῶν ἐκ τοῦ Λατινικοῦ γένους καὶ κατὰ τῆς ἐξέδρας ἀκινάκην ἀμφοτέραις ἐπήρεισαν καὶ περιστάντες κατέφερον τὰ ξίφη, ὁποῖόν ἐστι τμητικώτερον ἀποπειρώμενοι καὶ τῇ τῆς χειρὸς κομπάζοντες δεξιότητι διὰ τὸ ἀξιόλογον τῆς πληγῆς.
Καὶ μετὰ τοσαῦτα μογήματα καὶ παθήματα μόλις ἀπέρρηξε τὴν ζωήν, τὴν δεξιὰν χεῖρα μετ’ ὀδύνης ἐκτείνας καὶ περιαγαγὼν οὕτω τῷ στόματι, ὥστε καὶ τοῖς πολλοῖς ἔδοξεν ἐκμυζᾶν τοῦ ἐκ ταύτης ἔτι θερμοῦ ἀποστάζοντος αἵματος διὰ τὸ νεαρὸν τῆς τομῆς.
Ἦρξε δ’ ἐνιαυτοὺς δύο καὶ ἕνα τῶν πραγμάτων κύριος ἐγεγόνει τηβέννης ἄνευ καὶ ἀρχικοῦ διαδήματος. ἦν δὲ τὴν τοῦ σώματος φυὴν εὐφυής, ἀγητὸς τὸ εἶδος, ὄρθιος ἀναβαίνων, τὴν ἡλικίαν ἡρωϊκὸς κἀν τῷ βαθεῖ γήρᾳ τὴν ὄψιν νεοειδὴς ὑγιεινότατός τε ἀνθρώπων, ὅτι μηδ’ ὀψοφάγος ἦν καὶ ἀκρατῶς ἔχων κοιλίας ὡς ζωροπότης καὶ τένθης, ἀλλὰ κατὰ τοὺς Ὁμηρικοὺς ἥρωας μάλιστα τοῖς ὀπτοῖς προσέκειτο τῷ πυρί, ὅθεν οὐδ’ ἐρυγγάνοντά τις αὐτὸν ἐθεάσατο. ἀλλ’ εἴ ποτε πλημμελῶς εἶχε στομάχου, πανημερίῳ μόγῳ τε καὶ νηστείᾳ καὶ τὸ βραχέως ἐνοχλοῦν ἀπεκρούετο ψωμῷ ἄρτου καὶ οἴνου κεράσματι ἐπιμετρῶν τὴν θεραπείαν τοῦ σώματος. οὐκοῦν οὐδ’ ἀντιδότῳ ἐχρήσατο πώποτε, εἰ μὴ ἅπαξ ἐν τῇ βασιλείᾳ, καὶ τότε τῶν ἰατρῶν εἰς τοῦτο ἐποτρυνάντων ἄκοντα, φαμένων, εἰ καὶ μὴ δι’ ἐνσκήψασαν καχέκτησιν, ἀλλ’ οὖν προφυλακῆς χάριν τὸ ἀνύσιμον χρεὼν προσενέγκασθαι φάρμακον. πιὼν τοίνυν τὸ καθάρσιον βράδιον καὶ περὶ δύνοντα ἥλιον ἀπεκένωσέ τι τοῦ ἐν φλεψὶ περιττώματος, ὥστε καὶ πρὸς τοὺς φάσκοντας τῶν ἑταίρων ἐπ’ αὐτῷ οἴεσθαι τοὺς πλείστους τὸ παλαίφατον λελέχθαι τοῦτο χρησμῴδημα „δρεπανηφόρε, τετράμηνόν σε μένει“ ἐπιμειδιῶν ἔλεγε διεψεῦσθαι προδήλως• αὐτὸς γὰρ καὶ ἐνιαυτὸν ὅλον νοσηλείᾳ παντοίᾳ τοῦ σώματος διαρκέσειεν ἂν προσπαλαίων τῷ ῥωμαλέῳ πεποιθὼς τοῦ σώματος καὶ φανταζόμενος, ὡς ἔοικεν, ὡς μαλακῷ θανάτῳ δαμήσεται καὶ εἰρηνικῷ τέλει συμπερανεῖ τὴν ζωήν, τὴν δ’ ἐναντίαν τελευτὴν ἢ ἑκὼν ἀποπροσποιούμενος ἢ μὴ κατὰ νοῦν ὅλως βαλλόμενος.
Καίτοι λόγος διαρρέων καὶ ἐς ἡμᾶς ἵκετο ὡς ἵππων ἀγομένης ἁμίλλης, ἐκτείνας τὴν χεῖρα Ἀνδρόνικος δακτύλῳ ὑπέδειξε τῷ ἐξαδέλφῳ καὶ βασιλεῖ Μανουὴλ τοὺς κίονας, ὧν μέσον αὐτὸς ἀνηρτήθη, εἰπὼν ὡς ἐκεῖσε μέλλει ποτὲ βασιλεὺς ἀπαιωρηθῆναι Ῥωμαίων κακῶς παθὼν ὑπὸ τοῦ τῆς πολιτείας πληρώματος• τὸν δὲ πρὸς τὴν Ἀνδρονίκου εἰσήγησιν ἀποκρίνασθαι, ἀλλ’ αὐτὸς τέως οὐκ ἐσεῖται ὁ τοῦτο πεισόμενος.
Καὶ τοιοῦτο μὲν τέλος θανάτου κατείληφε τὸν Ἀνδρόνικον, ἐξάπινα εἰς ἐρήμωσιν ὡσεὶ καὶ ἐνύπνιον ἐξεγειρομένου γεγενημένον, καὶ ἐν τῇ πόλει τὴν οἰκείαν ἐξουθενωμένον εἰκόνα, εἴτε τὸν τοῦ προσώπου χαρακτῆρα βούλοιτό τις οὕτω νοεῖν, εἴτε τὰ ἐπὶ τῶν τοίχων καὶ σανίδων εἰκάσματα, ἐπεὶ καὶ ταῦτα ὁ πολὺς κατηχρειώκει λεὼς καὶ διεσκεδάκει πρὸς γῆν καὶ ἐλέπτυνεν, ὡς οὐδ’ οἱ περὶ Μωσέα πρότερον ἀφορισθέντες τὸ χωνευθὲν ἐν μέθῃ ταυρόκρανον.
Μεθ’ ἡμέρας δέ τινας καθαιρεθεὶς τοῦ οἰκτροτάτου ἐκείνου ὑψώματος ὅσα καὶ πτῶμα θρέμματος ἐν μίᾳ τῶν τῆς ἱπποδρομίας ἁψίδων παραρριπτεῖται. ἐσύστερον δέ τινες μερίδα τῷ ἐλέῳ διδόντες καὶ μὴ πάντα τῷ θυμῷ χαριζόμενοι ἐκεῖθεν τὸν Ἀνδρονίκου νεκρὸν ἀνελόμενοι παρά τινι κατωτάτω τόπῳ κατέθεντο περί που τὴν Ἐφόρου μονήν, ἣ κατὰ τὸ Ζεύξιππον ἵδρυται, ὃ καὶ εἰσέτι μὴ πάντῃ διαλυθὲν τῆς ἁρμονίας τοῖς βουλομένοις ὀπτάνεται. ὁ γὰρ ἀμεμφής, ὡς ᾤετο, τὰ πάντα καὶ δίκαιος Ἰσαάκιος οὐ κατένευσε καθαιρεθῆναι καὶ ταφῇ παραδοθῆναι Ἀνδρόνικον ἢ ἀπενεχθῆναι τὸν τούτου νεκρὸν εἰς τὸν τῶν ἁγίων τεσσαράκοντα νεών, ὃν Ἀνδρόνικος ἐπεποίησε φιλοτίμως καὶ λαμπροῖς ἠγλάϊσε κόσμοις καὶ ἀναθήμασι περιττοῖς κατεκάλλυνε καὶ ἐν ᾧ τὸν τοῦ σώματος χοῦν ἀποθησαυρίσαι προεμηθεύσατο.
Ἐκλείπων δὲ ἦν τὴν ψυχὴν εἰς τὰς τοῦ θεοκήρυκος Παύλου ἐπιστολὰς καὶ συνεχῶς τοῦ ἐκ τούτων ἀποστάζοντος ἐνεφορεῖτο μέλιτος καὶ ἄριστα ἐπιστέλλων ἐκ τῆς αὐτῶν πειθανάγκης τὰ οἰκεῖα περιέβαλλεν ἐπιστόλια. ἀμέλει τοι καὶ ἀρχαίας χειρὸς εἰκόνα τοῦ πνευματορρήτορος Ταρσέως κόσμῳ λαμπρύνας τῷ ἐκ χρυσοῦ ἀνέθηκε τῷ ῥηθέντι ναῷ• ἡ δέ, τῆς Ἀνδρονίκου καταστροφῆς ἐγγιζούσης, τῶν ὀφθαλμῶν ἀπεστάλαττε δάκρυον. τοῦτο δ’ ἀκηκοὼς Ἀνδρόνικος στέλλει τοὺς ἀκριβωσομένους τὰ τῆς ἀκοῆς. ἦν δὲ μεθ’ ἑτέρων εἰς τοῦτο ἐπιλεγεὶς καὶ ὁ Ἁγιοχριστοφορίτης Στέφανος, ὃς καὶ διὰ βαθμίδος ἀνελθὼν (ἦν γὰρ ἡ εἰκὼν μετέωρος) ἀπέψησεν ὑφάσματι ἀκηράτῳ τὰς τοῦ Παύλου κόρας. αἱ δὲ κατὰ τὰς διασμωμένας κρήνας ἔτι πλεῖον τὸ δάκρυον ἐξεκένουν. καὶ θαυμάσας ὃ ἑώρακεν Ἀνδρονίκῳ ἀπιὼν διηγήσατο. ὁ δὲ μέγ’ ὀχθήσας καὶ τὴν κάραν ὦδε κἀκεῖσε ταλαντεύσας ἐπέμυξε καὶ εἴρηκεν ἐπ’ αὐτῷ ἄρα δακρύειν ἐοικέναι τὸν Παῦλον καὶ κακὸν αὐτῷ χείριστον προσημαίνειν τὸ ἀγγελλόμενον• φιλεῖν γὰρ ἐκθύμως τὸν Παῦλον καὶ τῶν αὐτοῦ ῥημάτων ἄκρως ἐξέχεσθαι καὶ ἀντιφιλεῖσθαι δήπουθεν ὑπὸ Παύλου.
Ἵνα δὲ συνελὼν εἴπω τὸ πᾶν, εἰ τοῦ ἐντόνου τῆς ἀπηνείας ὑπεχάλα Ἀνδρόνικος, μηδ’ εὐθὺς ἐπῆγε τὸν καυτῆρα καὶ τὴν τομὴν ἀεὶ ῥανίσιν αἱμάτων προσδιαπλέκων καὶ διαχρώζων τὸ ἀμπεχόνιον τῷ ἀπαραίτητος εἶναι πρὸς κόλασιν, ὅπερ ἐκ τῶν ἐθνῶν, οἷς προσέμιξεν, ἀπεμάξατο πολυπλανέστατος ἀνθρώπων γενόμενος, ἦν ἂν οὐκ ἐλάχιστος ἐν τοῖς ἐκ Κομνηνῶν ἄρξασιν, ἵνα μὴ λέγω ὡς ἐν ἴσῃ τῇ στάθμῃ καὶ πάντῃ ἰσόρροπος, ἐπειδήπερ ἦν κἀκ τούτου συλλέγειν ἀνθρώπινα ἄττα μέγιστα ἀγαθά• οὐ γὰρ πάντῃ ἀπηνθρώπιστο, ἀλλὰ κατὰ τὰ διφυῆ ἀναπλαττόμενα μορφώματα θηριωδίας μετέχων καὶ βροτείῳ εἴδει ἐκέκαστο.
Περὶ δ’ Ἀνδρονίκου καὶ ἕτεροι τὸ μέλλον αὐτῷ προφοιβάζοντες ἰαμβεῖοι στίχοι βίβλοις ἐμφέρονται καὶ στόμασι πολλῶν περιᾴδονται, σὺν ἄλλοις δὲ καὶ οὗτοί εἰσιν•
„αἴφνης δ’ ἀναστὰς ἐκ τόπου πλήρους πότου
ἀνὴρ πελιδνός, ἀγέρωχος τὸν τρόπον,
στικτός, πολιός, ποικίλος χαμαιλέων,
ἐπεισπεσεῖται καὶ θερίσει καλάμην.
πλὴν ἀλλὰ καὐτὸς συνθερισθεὶς τῷ χρόνῳ
ἐσύστερον τίσειεν ἀθλίως δίκας
ὧν περ κακῶς ἔπραξεν ἐν βίῳ τάλας•
ὁ γὰρ φέρων μάχαιραν οὐ φύγῃ ξίφος“.
πλήρη δὲ πότου τόπον τὸ Οἴναιον ὑπεμφαίνουσιν, ὡς δηλοῖ καὶ τὸ τῆς χώρας προσώνυμον, ἐξ οὗπερ Ἀνδρόνικος ἀπάρας, ὡς ἤδη ἐρρέθη μοι, πρὸς Κωνσταντινούπολιν παρεγένετο.

Νικήτας Χωνιάτης, Χρονικὴ διήγησις, ed. J. VAN DIETEN, Nicetae Choniatae historia, C F H B, t. 1, Berlin, 1975, σ. 347 – 354.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου