Ετικέτες

Κυριακή 16 Ιανουαρίου 2011

Χρονικό του 1422 (Kυριάκος Παπαδόπουλος Κ.Π.)


Επειδή λυπάμαι να βλέπω την κατάντια ενός Έθνους, που ξεκινά από την Μετακένωση των Διαφωτιστών, που το επέβαλλαν μια φτιαχτή κουλτούρα ως ταυτότητα (παν-ελληνισμός, αντι-χριστιανισμός, αντι-κληρικανισμός, Αυτοκεφαλία και σήψη της εκ-κλησίας, κλπ.) και τελειώνει υπαρκτικά από τον νεωτερισμό, παραθέτω την γνήσια κατάθεση ενός Προγόνου μας, Κωνσταντινουπολίτη, για τους Τούρκους, το Ισλαμ και το Έθνος μας.

Joannes Cananus Hist., De Constantinopoli oppugnata. {3144.001}

Διήγησις περὶ τοῦ ἐν Κωνσταντινουπόλει (t1)
γεγονότος πολέμου κατὰ τὸ ͵ϛϡλʹ ἔτος, (t2)
ὅτε ὁ Ἀμουρὰτ Πεὶς παρέπεσε ταύτῃ μετὰ (t3)
δυνάμεως βαρείας καὶ παρολίγον ταύτην ἐκράτει, (t4)
εἰ μὴ ἡ ὑπέραγνος Μήτηρ τοῦ Κυρίου ταύτην (t5)
ἐφύλαξε, συγγραφεῖσα παρὰ κυρίου (t6)
Ἰωάννου τοῦ Κανανοῦ (t7)
1. «Μυστήριον βασιλέως κρύπτειν (1)
καλόν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακη-
ρύττειν ἔνδοξον»· εἶπε γὰρ ὁ ἄγγελος τῷ Τωβήτ.
Τοῦτο νῦν καὶ ἐμὲ λίαν ὠθεῖ καὶ θαρρύνει καὶ τολμηρὸν
ποιεῖ κήρυκα, ὅπως τὸ πανθαύμαστον θαῦμα τῆς Πα- (5)
ναγίας μου διηγήσομαι. Ἐκκόπτει δ’ ἐμὲ ἡ ἀπειρία τοῦ
λόγου, ἀντωθεῖ δ’ ἐμὲ πάλιν καὶ ἕλκει τὸ ἴδιον τῆς
ὀρέξεως, τὸ ἀνθρώπινον πάθος. Καὶ ἥττημαι, καὶ τὴν
ἧτταν ὁμολογῶ, καὶ ἀπὸ τούτων τὴν ἱστορίαν ἠρξάμην.
Καὶ δέομαι τοὺς ἀναγινώσκοντας ταύτην καὶ τῶν γραμ- (10)
μάτων τὴν πεῖραν ἔχοντας, μήτε τὸν κόρον τοῦ λόγου
ἀκηδιάσωσι μήτε τὴν σολοικοβάρβαρον καταγνώσονται
φράσιν, ἐπεὶ κἀγὼ τῆς ἀπειρίας μου τῶν γραμμάτων
ὁμολογῶ τὴν ἀσθένειαν. Ἀλλὰ οὐδὲ διὰ σοφοὺς ἢ λο-
γίους ἔγραψα ταῦτα, ἀλλὰ διὰ ἰδιώτας καὶ μόνον, ὡς @1 (15)
καὶ ἐγὼ ἰδιώτης, ἵνα οἱ ἰδιῶται ὡς ἰδιῶται ἀπεριέργως
καὶ ἀκαταγνώστως ἀναγινώσκουσι ταύτην. Διὰ δὲ δὴ
ταῦτα πάντα τολμηρὸς ἐγενόμην γραφεύς τε καὶ κῆρυξ,
καὶ τὸ πολυθρύλητον θαῦμα τῆς Παναγίας καὶ τὴν
καθ’ ἡμῶν τῶν Ἀγαρηνῶν ἐπιδρομὴν καὶ τὴν πολιορ- (20)
κίαν τῆς πόλεως ἱστόρησα κατὰ τὴν τοῦ λόγου μου
δύναμιν, καὶ ἀπὸ τούτων ἠρξάμην
3. Τὸ μὲν γὰρ πρῶτον στράτευμα τῶν Μουσουλ-
μάνων ἐκείνων τῇ δεκάτῃ τοῦ Ἰουνίου κατέδραμε καὶ
ἡμᾶς ἀπέκλεισεν, ὡς προέφημεν, τῇ δὲ εἰκοστῇ τούτου
ἑτέρα ἐφάνη στρατιὰ Μουσουλμάνων ὡς νέφος χαλάζης

πλῆρες καὶ τετρυγὸς ὀλέθριον καὶ πᾶσαν καὶ παντοίαν (55)
τὴν ὑπὸ τῶν Ῥωμαίων ἠμαύρωσαν γῆν, καὶ ὡς φλὸξ
ἀστραπῆς καιομένης πάντα κατέκαυσε καὶ ἐνεπύρισε,
καὶ πᾶν ξύλον κάρπιμον καὶ δένδρον εὔκαρπον καὶ τὰς
κουρβούλας τῶν ἀμπελώνων ἐκ ῥίζης ἀπέτεμον, καὶ
πᾶν ἄλλο δεινὸν καὶ ὀλέθριον καθ’ ἡμῶν ἐποιήσαντο. (60)
Ὁ δὲ στρατάρχης ὁ μέγας καὶ πάντων ἐκείνων ἀμηρᾶς
καὶ δεσπότης ἔφθασεν. Ἦλθε μανὸς καὶ ἠγριωμένος,
ἀλαζὼν ἐπηρμένος, ὑπέρογκος καὶ γαυριώμενος καὶ τὴν
ὀφρὺν εἰς οὐρανὸν αἴρων, καὶ ὑψηλὸς παρὰ πάντας ἐνό-
μιζεν εἶναι, καὶ ὑπελάμβανε παρ’ αὑτοῦ διοικεῖσθαι τὰ @1 (65)
πάντα, καὶ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ ἄγεται ἅπας ὁ
κόσμος. Ἀλλὰ καὶ πάμπολλα ἄγων μηχανικώτατα καὶ
μαχιμώτατα ἔργα, προσδοκῶν δι’ αὐτῶν μέρος τοῦ τοί-
χου χαλάσαι τῆς πόλεως καὶ ἀπὸ τούτου ταύτην κατα-
κρατῆσαι καὶ τοὺς Ῥωμαίους αἰχμαλωτίσαι καὶ τοῦ (70)
Χριστοῦ τὸ ὄνομα ἀποσβέσαι. Ἀλλὰ καὶ στρατιὰς στρα-
τιῶν καὶ γενεὰς γενεῶν καὶ πλήθη πληθῶν, πεζῶν καὶ
ἱππέων, ἔσχε τοσοῦτον ὥστε ἅπας ὁ κόσμος ἐκεῖνος ἐσκέ-
πετο ὑπ’ ἐκείνων.
4. Τότε δὲ αὐτοῦ τῇ κελεύσει τοῦ Μουρὰτ Πείς, τῇ (75)
κλήσει τοῦ δεσπότου τῶν Τούρκων, ποιοῦνται πα-
στίαν μίαν. Ἀλλ’ αὕτη ἡ μία πολλὰς ὑπερέβην μεγί-
στους· καὶ γὰρ ἀπὸ τὸ ἓν ἄκρον τῆς πόλεως τῆς Χρυσίας
ἕως τὸ ἕτερον ἄκρον τῆς Ξυλοπόρτης ἐκράτει. Καὶ ἦν
δὲ ἡ παστία πλησίον τοῦ κάστρου ὅσον τόξου βολήν, (80)
καὶ οὐ πλέον. Καὶ ἦν δὲ πᾶσα στερεὰ καὶ ὀχυρωτάτη
ἀπὸ ξύλων μεγίστων καὶ χονδρῶν σανίδων. Καὶ πλοκο-
τὰς ἀπὸ βέργας ἔθηκαν ἔμπροσθεν τῆς παστίας, ἵνα
δέχωνται τὰς σαγίττας τῶν τόξων καὶ τῶν τζαγρῶν

τῶν Ῥωμαίων, καὶ τῶν βουμπάρδων τὰς πέτρας. Ὄπι- (85)
σθεν δὲ ταύτης ἐθέσπισεν ἵνα ἵστανται στρατιῶται ἐκ
πασῶν γενεῶν τοῦ στρατεύματος τούτου τολμηροὶ καὶ
ἀνδρεῖοι, τὸ μέν, ὡς τὸ ἔθος, εἰς προσοχὴν τῆς παστίας,
τὸ δὲ ἵνα φυλάσσονται δι’ ἐκείνης, οἱ δὲ ἵνα μάχονται
ἐξ ἐκείνης ὄπισθεν μετὰ τζαγρῶν τε καὶ τόξων καὶ τῶν @1 (90)
σκευῶν τῶν μεγάλων καὶ τῶν μικρῶν τῶν ἀπείρων ὧν
ἔφερον διὰ τούτου.
    
5. Τὰς δὲ σκευὰς τὰς μεγίστους ἐκείνας, ὁποίας
εἶχον τὰς ἐλπίδας ὅτι δι’ ἐκείνας τὰ τείχη τῆς πόλεως
θέλουν χαλάσειν καὶ ἀπὸ τούτου τὴν πόλιν αἰχμαλωτί- (95)
σαι, ἔστησαν περιέργως εἰς τόπον ἐν ᾧ σοῦδαν οὐκ εἶχεν
ὁμοίαν σουδῶν τῶν ἑτέρων, ἀλλὰ κεχαλασμένη ὑπῆρχεν,
καὶ ἔκπαλαι γέμουσαν χῶμαν, καὶ ἄντικρυς ταύτης
πύργος εὑρέθην ἐκ συμβάσματος λίαν σεσαθρωμένος καὶ
ἐσκισμένος ἀπὸ ἄνωθεν ἕως κάτω. Καὶ προσδοκῶντες (100)
οἱ Τοῦρκοι ὅτι τῶν μεγίστων βουμπάρδων αἱ πέτραι τὸν
σεσαθρωμένον πύργον ἐκεῖνον θέλουν χαλάσειν, καὶ ἐπεὶ
ὁ τόπος σοῦδαν οὐκ ἔχει τοὺς Τούρκους νὰ ἐμποδίσῃ,
ἀκωλύτως εἰς τὸ ἔξω κάστρον θέλουσι φθάσειν, καὶ ἐκ
τοῦ χαλάσματος τοὺς Ῥωμαίους θέλουν διώξειν, καὶ τὴν (105)
πόλιν θέλουν δουλώσειν. Πλὴν εἰς κενὸν ἐκατήντησε
τέλος ἡ τῶν ἀσεβῶν προσδοκία, ἐπεὶ ἑβδομήκοντα βόλια
τῆς σκευῆς τῆς μεγίστης ἐκείνης τὸν σεσαθρωμένον
ἐκεῖνον ἔκρουσε πύργον, καὶ οὐδεμίαν βλάβην τοῖς Ῥω-
μαίοις τοῦτο προὐξένησεν, ἀλλ’ οὐδὲ τοῖς Τούρκοις ὠφέ- (110)
λειαν. Πλὴν γὰρ ὁ τόπος καὶ σοῦδα καὶ πύργος πλησίον
ὑπῆρχεν Κυριακῆς τῆς ἁγίας, μέσον Ῥωμανοῦ τοῦ ἁγίου
καὶ τῆς Χαρσῆς τε τὴν πύλην, καὶ πλησιέστερον τούτων
εἰς τὸν ποταμὸν τὸν ἐπονομαζόμενον Λύκον. Καὶ ταῦτα

μὲν περὶ τῶν βουμπάρδων τὴν ἀπραξίαν. @1 (115)
6. Περὶ δὲ τῶν ἄλλων τῶν κατασκευῶν τῶν μα-
χίμων, τῶν παντοίων ἐκείνων τῶν κατὰ τῆς πόλεως
εἰργασμένων εἰς πολιορκίαν ἐκείνης, καὶ ἀφανισμὸν τῶν
Ῥωμαίων, τίς διηγήσεται ἄρα; πλὴν ἐκ τῶν πολλῶν
ὀλίγας διηγήσομαι ἄρτι. Πύργους ξυλίνους μεγίστους (120)
μὲ τροχοὺς σιδηροδεσμουμένους πολλοὺς ἐποιήσαντο τότε,
ὅσον τὸ ὕψος τῶν πύργων τῆς πόλεως· μᾶλλον καὶ ὑπε-
ρεῖχον ἐκείνους. Καὶ ζεύγη βοῶν καὶ βουβαλίων ἀπείρων
εἴχασιν ἐξ ἑτοίμου, ἵνα τοὺς πύργους ταυρίσουν μετὰ
σχοινίων καὶ πλησίον τῆς σούδας φέρωσιν καὶ ἐξ ἐκεί- (125)
νων τὸ ἔξω κάστρον πολεμήσωσι καὶ ἀφανίσουν. Ἀλλὰ
καὶ φαλκούνια ἐποιήσαντο καὶ χελώνας καὶ ἀρκουδά-
μαξα καὶ ἄλλα πολλὰ ξύλινα καὶ μηχανικώτατα ἔργα,
καὶ ἑλεπόλεις ἐκατεσκεύασαν καὶ μηχανικὰς ἀγκάλας
μὲ τροχοὺς μικρούς, καὶ μεγάλας σκεπαστὰς καὶ μεσέας (130)
ὑπὲρ ἀριθμὸν διεπράξαντο, καὶ κατέναντι τῶν πόρτων
τῆς πόλεως τεράστια μεγάλα εἰργάσαντο, κάστρη ξύ-
λινα ὑπερμεγέθη ἐποιήσαντο μὲ τροχοὺς σιδηροδεσμου-
μένους, ὥστε τοὺς θεωροῦντας ἐκεῖνα καὶ ἀγνοοῦντας
τῶν κάστρων τοὺς πολέμους, καὶ τὸ ἀχρησίμευτον γὰρ (135)
ἐκείνων καὶ λίαν ἐξέπληξε καὶ μέγα ἐθρόησεν.
7. Ἀλλὰ καὶ τὴν γῆν ἄλλοι ἔσκαπτον ἐκ τῆς
παστίας ὄπισθεν, καὶ εἰς βάθος πολὺ ἐκατέβησαν, ὡς
ἵνα κάτωθεν ἀπὸ τὴν κάτω ὄψιν τῆς σούδας περάσωσιν
ἀθεώρητοι τὴν νύκτα ἄνω ἱσταμένων Ῥωμαίων καὶ μα- (140)
χομένων, καὶ φθάσωσιν εἰς τὰ τείχη τοῦ καθολικοῦ καὶ
μεγίστου κάστρου τῆς πόλεως, καὶ κόψωσι τοῦτο λα- @1
θραίως πάντων, καὶ πουντελειάσωσιν κατὰ τὸ ἔθος τῶν
πολεμούντων, εἶτα πῦρ εἰς τὰ ξύλα τῶν πουντελείων

ἀνάψωσιν, ὅπως τὴν ξυλίνην κατασκευὴν τὴν κρατοῦ- (145)
σαν τὸ κάστρον καταφλέξωσιν, καὶ ἄφνω πεσοῦνται τὰ
τείχη τῆς πόλεως, καὶ ἅμα εὐθὺς τῶν Τούρκων τὰ στρα-
τεύματα θρασέως κατὰ τῶν Ῥωμαίων εἰσβάλλουσιν καὶ
ἐκ τοῦ χαλάσματος ἐκείνους διώξουσιν καὶ τὴν πόλιν
κρατήσουσιν. Ἄλλοι τοὺς ἀγωγοὺς ἀνεγύρευον τοὺς ἔκ- (150)
παλαι τὸ νερὸν εἰς τὰς στέρνας τῆς πόλεως ἔφερον,
ὅπως τινὰ ἐξ αὐτῶν ἐπιτύχωσιν, καὶ λαθραίως τῶν
Ῥωμαίων διὰ τοῦ ἀγωγοῦ ἐντὸς γενήσονται τῆς πό-
λεως νυκτός, καὶ ἀπαραπροσδοκήτως ταύτην κρατή-
σουσι καὶ αἰχμαλωτίσουσιν. (155)
8. Πλὴν καὶ κήρυκας ἐξαπέστειλε πανταχόθεν ὁ
δεσπότης τῶν Τούρκων, καὶ ἐδιελάλησαν οὕτως, καὶ εἶ-
πον ἐνόρκως ὅτι τῆς πόλεώς τε τὸν πλοῦτον καὶ τὸν
λαὸν ἅπαντα ὁ ἀμηρᾶς εἰς διαγουμὰν παραδίδη καὶ
κοῦρσος τοῖς Μουσουλμάνοις, καὶ φθάσετε εἰς τὸ κέρδος. (160)
Ταῦτα μὲν εἶπε, μετὰ τεχνάσματος δὲ τοιούτου ὅπως
νὰ συναχθῶσι τὰ στρατεύματα πάντα τῶν Μουσουλ-
μάνων, ὁποῖον καὶ ἐγένετο τότε. Ὡς γὰρ ἐξεχύθη ἡ
φήμη εἰς τὰ ἔθνη τῶν Μουσουλμάνων πῶς ἐπαραδόθην
ἡ πόλις εἰς διαγουμὰν καὶ αἰχμαλωσίαν, σχεδὸν ἐκ πά- (165)
σης γῆς καὶ γενεᾶς Μουσουλμάνων ἔφθασαν πρὸς τὸ @1
κέρδος μὴ μόνον οἱ ἐπιστήμονες εἰς τὰ κούρση καὶ τοὺς
πολέμους, ἀλλὰ καὶ οἱ ἀνεπιστήμονες καὶ σαρλίδες, του-
τέστι πραγματεῦται, καταλλάκται, μυροψοὶ καὶ τζαγκά-
ροι, ἀλλὰ καὶ Τούρκων πολλοὶ καλογέροι. Ὑπὲρ αἰτίας (170)
τοιαύτης ἐσυνήχθησαν πάντες, οἱ μὲν στρατιῶται διὰ
τὸ κοῦρσος, οἱ δὲ σαρλίδες ἵνα ἀγοράσουν τὰ κουρσιμαῖα,
ἤγουν τοὺς αἰχμαλώτους, καὶ οἱ μὲν τὰς γυναῖκας, ἄλλοι
τοὺς ἄνδρας, ἄλλοι τὰ βρέφη, καὶ ἄλλοι τὰ ζῶα, καὶ

ἄλλοι τὰ πράγματα, οἱ δὲ Τουρκοκαλογέροι τὰς καλο- (175)
γραίας ἡμῶν κέρδος καὶ κοῦρσος εὐεργεσίαν νὰ ἔχουν
παρὰ τοῦ δεσπότου τῶν Τούρκων. Διὰ γοῦν τὴν προσδο-
κίαν ταύτην ἐσυνάχθησαν ἐκ πάσης τῆς γῆς Μουσουλ-
μάνων ἀναρίθμητα πλήθη, ὥστε ἐκατεθαύμαζον πάντες
οἱ θεωροῦντες τὴν πλησμονὴν τοῦ φωσάτου. (180)
9. Τότε δὴ καὶ σαγίττας συνῆξαν τοσοῦτον ἀνα-
ρίθμητον πλῆθος ὥστε ἐδυσπιστοῦμεν τὸ πρῶτον τὴν
φήμην τοῦ λόγου ἕως τοῦ πολέμου τὴν ὥραν. Ἡ δὲ συ-
ναγωγὴ τούτων ἐγένετο οὕτως. Πᾶσα οἰκία παντὸς ἀν-
θρώπου τοῦ εὑρισκομένου εἰς τὴν δεσποτείαν τῶν Τούρ- (185)
κων ἀνατολῆς καὶ δύσεως πάσης δέδωκε τούτων ἑκάστη
ἀπὸ δέκα ἕως εἴκοσι σαγίττας τῶν τόξων. Ἀλλὰ καὶ
πλείονας τούτων ἐδόξευσαν τοῦ πολέμου τὴν ὥραν,
ὁποίας τὸ ἁρματοφυλάκιον εἶχε τοῦ Τούρκου καὶ τὰ ταρ-
φάσια τοῦ φωσάτου. Εἶχε καὶ μετ’ αὐτοῦ τότε σιδηρο- (190)
δεσμουμένους τοὺς ἀποκρισιαρίους τοῦ βασιλέως, ὁποίους @1
αὐτὸς ᾐτήσατο μᾶλλον ἵνα πέμψῃ περὶ εἰρήνης τε καὶ
ἀγάπης. Αὐτὸς δὲ ὡς βάρβαρος ὠμὸς καὶ ἀπάνθρωπος
σίδηρα καὶ φυλακὰς αὐτοὺς κατεδίκασε, καὶ τοὺς ἀναι-
τίους ὡς ὑπαιτίους ἠπείλει εἰς θάνατον, προβαλλόμενος (195)
δὲ τάχα καὶ αἰτίαν, ἀλλὰ ψυχράν· ἔλεγε γάρ· «Διότι με
οἱ Ῥωμαῖοι ἀναισχύντως συνέτυχον, διὰ τοῦτο αὐτοὺς
εἰς φυλακὴν κατεδίκασα».
10. Ἀλλὰ καὶ τότε τις τῶν Μουσουλμάνων ὑψη-
λός τε καὶ μέγας καὶ φοβερὸς παρ’ ἐκείνοις, ὡς ὅτι ἐκ (200)
σειρᾶς τε καὶ γένους τοῦ Μουχουμὲτ κατήγετο. Τοῦτον
καὶ ὡς πατριάρχην αὐτὸν ἐτιμοῦσαν, καὶ ὡς προφήτην
αὐτὸν προσεκύνουν, καὶ ἐσέβοντο τοῦτον ὡς αὐτὸν τὸν
Μωάμεθ. Τοσοῦτον καὶ τοιοῦτος μέγιστος ἦν οὖν ἐκεῖνος

ὅτι τὴν θυγατέραν τοῦ ἀμηρᾶ καὶ δεσπότου τῶν Μου- (205)
σουλμάνων παρθένον οὖσαν ἥρπαξε παρὰ γνώμην ἐκεί-
νου καὶ ἔφθειρε καὶ ἐκράτησε, καὶ ἔσχεν ἐκείνην ἐν τῷ
κοιτῶνι καὶ τῷ κλινιδίῳ ἐκείνου, καὶ οὐδεὶς ἐτόλμησεν
αὐτὸν σκῶψαι ἤ τι εἰπεῖν πρὸς ἐκεῖνον. Ἀλλὰ καὶ μᾶλλον
ὁ ἀμηρᾶς καὶ ἀδελφὸς ὁ τῆς κόρης εἶπεν· «Ἡγίασε ταύ- (210)
την ἡ συνουσία τοῦ πατριάρχου τοῦ συγγενοῦς τοῦ Μωά-
μεθ, καὶ τὸ γεννηθὲν ἐξ ἐκείνης ἅγιον ἔστω ὡς ἐξ αἵμα-
τος τοῦ Μωάμεθ κατὰ τὸν νόμον καὶ ἁγιασμὸν τοῦ Ῥα-
σοὺλ Μαχουμέτη». Αὐτὸς δὲ ὁ μέγιστος καὶ πολὺς παρ’
ἐκείνοις ὁ εὐγενὴς πατριάρχης, ὃν εἶχον προορατικὸν καὶ (215)
προφήτην, τοὔνομα Μηρσαΐτης τῇ Περσικῇ διαλέκτῳ
ἀπέστειλεν ἀποκρισιαρίους ἀπὸ τῆς Προύσης ἧς ἐκατοί- @1
κει πρὸς τὸν δεσπότην τῶν Τούρκων, καὶ εἶπεν· «Ὅρα
μήπως συνάψῃς πόλεμον μετὰ τῶν Ῥωμαίων καὶ τὸν
στρατὸν ἀπολέσῃς καὶ τὰ γένη τῶν Μουσουλμάνων, (220)
ἕως ὅτε ἐγὼ νὰ φθάσω καὶ δηλώσω τὴν ὥραν τῆς συμ-
πλοκῆς τοῦ πολέμου, ὡς ὁ μέγας ἡμῖν διδάσκει Ῥασοὺλ
ὁ προφήτης. Καὶ γινώσκω δὲ τοῦτο ὡς προορατικὸς καὶ
προφήτης». Ταῦτα δὲ ἀκούσας τῶν Τούρκων ὁ δεσπότης
ἔπραξεν ὡς ὡρίσθην, καὶ ἀνέμενε τὸν ψευδοπροφήτην. (225)
Καὶ μεθ’ ἡμέρας ὀλίγας ἔφθασεν.
12. Ταύτη δὴ ἡ κενὴ καὶ ματαία ἐλπὶς μέγα
θράσος καὶ τόλμην καὶ εὐφροσύνην τοῖς Τούρκοις ἐνέ- (260)
πλησε τότε, καὶ ἀπὸ τούτου ἔχαιρον καὶ ἐσπατάλουν.
Ἀλλὰ καὶ καθ’ ἡμέραν καὶ νύκτα τὰς παλάμας
ἐκρότουν, καὶ τοῦ Μηρσαΐτη τὴν φωνὴν ἀνέμενον ὡς
ἀγγέλου ἀληθεστάτου, ὡς ἵνα αἰχμαλωτίσουσι τοὺς Ῥω-

μαίους. Ἀλλὰ καὶ καθ’ ἡμέραν καὶ νύκταν καὶ ὥραν (265)
τὴν γλῶσσαν αὐτῶν καθ’ ἡμῶν ὡς δίστομον ξίφος ἠκό-
νισαν καὶ φωνὰς ἀγρίους καὶ ἀνημέρους ἔλεγον ἀναι- @1
δῶς καὶ ὑβριστικῶς. Μὴ μόνον κατὰ πατριαρχῶν τε καὶ
βασιλέων αἰσχροτάτας φωνὰς ἀνέπεμπον, ἀλλὰ καὶ κατὰ
τῆς πίστεως ἡμῶν τολμηρῶς ὀνειδίζοντες καὶ ἀναιδῶς (270)
βλασφημοῦντες ἔλεγον· «Ποῦ ὁ Θεός σας ὦ σκοτεινοὶ
Ῥωμαῖοι; ποῦ ὁ Χριστός σας; ποῦ εἶναι οἱ ἅγιοί σας νὰ
σὰς βοηθήσουν; Αὔριον τὴν πόλιν ἐπέρνομεν, καὶ ἐσᾶς
αἰχμαλώτους καὶ σκλάβους ἔχομεν, καὶ τὰς γυναῖκάς
σας καὶ τὰ παιδία σας ἔμπροσθεν ὑμῶν ἀτιμάσομεν, (275)
καὶ τὰς καλογραίας σας μὲ τοὺς Τουρκοκαλογέρους μας
νὰ παντρέψομεν. Μὰ τὴν πίστιν μας ἀλήθεια ὁ προ-
φήτης μας ἔτζη λέγει». Ταῦτα δὲ ὡς βέβαια καὶ ὁμο-
λογούμενα οἱ ἀσεβεῖς εἴχασι, καὶ διὰ τοῦτο τὸν Θεὸν
ἡμῶν ὀνείδιζον ἀσεβῶς ταῦτα. (280)
13. Ὡς δὴ ἔφθασεν ἡ τελεία ἡμέρα τοῦ πολέμου
τῶν Τούρκων, ὁποίαν παρ’ ἐκείνοις ὁ μέγας προεθέσπισε
Μηρσαΐτης ὁ προφήτης ἐκείνων, εἶπε πρὸς τὸν στρατάρ-
χην καὶ δεσπότην τῶν Μουσουλμάνων· «Μὴ βράδυνε
ἐπὶ πλέον, ἀλλὰ ταχέως τὰς τάξεις τάξον καθοπλισθῆ- (285)
ναι, καὶ πᾶν μηχανικώτατον καὶ πολεμικώτατον ἔργον
ἔχοντες ἐξ ἑτοίμου, καὶ σὺν τούτοις γενέσθω τῆς πόλεώς
τε πλησίον ὅσον τόξου βολὴν εἰς τὸ κάστρον. Καὶ σύν-
θημα» εἶπε «προστάσσω τοιόνδε. Ὅταν ἐφ’ ἵππου ὑψη-
λοῦ με καθήμενον θεωρήσητε καὶ ἐν δεξιᾷ τῇ χειρί μου (290)
σπάθην γεγυμνωμένην θεάσητε καὶ τρὶς τῆς φωνῆς μου
ἀκούσητε, μετὰ βοῆς καὶ κραυγῆς καὶ ὁρμῆς καὶ κρότων
καὶ ὀργάνων κατὰ τῶν Ῥωμαίων εἰσβάλετε. Καὶ αὐτο- @1
μάτως πεσοῦνται τὰ τείχη τῆς πόλεως, καὶ ἀκωλύτως

γένεσθε ἐντὸς καὶ ταύτην αἰχμαλωτίσατε». Καὶ ταύτας (295)
μὲν τὰς ληρολογίας ὁ Μηρσαΐτης ὡς βεβαίας ὁμολογῶν
τοῖς Μουσουλμάνοις δημηγορῶν ἔλεγεν, ὡς ἔχων τὰς
προφητείας ἐκ τοῦ Μωάμεθ καὶ Ῥασοὺλ Μαχουμέτη τὰς
βίβλους.
14. Καὶ αὐτὸς μὲν εἶπε ταῦτα· ὁ δὲ στρατάρχης (300)
καὶ δεσπότης τῶν Τούρκων τὸ κελευσθὲν ἐκπληρώσας
καὶ προστάξας τὰς τάξεις ἁπάσας καθοπλισθῆναι, καὶ
πᾶσαν τὴν παρασκευὴν τοῦ πολέμου φέροντες ἀνὰ χεῖρας,
εὐθὺς τὰ πλήθη τῶν Μουσουλμάνων καὶ τὰ στρατεύ-
ματα πάντα τὸ προσταχθὲν ἐκπληροῦσι, καὶ μὲ ὅπλα (305)
παντοῖα καὶ παρασκευὰς τὰς μεγίστας καὶ τὰ μηχα-
νικώτατα ἔργα ἐσπάραξαν κατὰ τάξιν. Καὶ οἱ μὲν σκά-
λας ἔφερον, καὶ σκάλας παντοίας, μικρὰς καὶ μεγάλας,
ἄλλοι δὲ τζόκους, καὶ ἕτεροι συστάς, καὶ ἄλλοι πῦρ μετὰ
μαζαλάδων, ἕτεροι δὲ σκλώπους, ἄλλοι δὲ σιδηρᾶ μά- (310)
χιμα ὅπλα δρεπανηφόρα μετὰ κονταρίων μακρέων τὰ
ἐπονομαζόμενα φάλκας, ἕτεροι δὲ σκουτάρια στερεὰ καὶ
μεγάλα, καὶ τὰ πάντα μετὰ σιδήρων, καὶ πλοκοτὰς
δὲ ἄλλοι, καὶ παβέζια ἄλλοι, ἄλλοι δὲ ἀγγύρας σιδη-
ρέας, καὶ ἄλλο πᾶν πολεμικὸν ἔργον ἔφερον ἀνὰ χεῖρας. (315)
Καὶ κατάφρακτοι πάντες μετὰ ἰσχυρᾶς καὶ σιδηρᾶς πα-
νοπλίας καὶ περικεφαλαίας μεγίστους. Καὶ τοσοῦτον
ὑπῆρχε τῆς στρατιᾶς ἐκείνης τὸ πλῆθος ὅτι ἀπὸ τὸ ἓν @1
ἄκρον τῆς πόλεως τῆς Χρυσίας ἄχρι καὶ τὸ ἕτερον τὸ
ἄκρον τῆς Ξυλοπόρτης ἐκράτει. (320)
15. Οἱ δὲ στρατηγοὶ τοῦ φωσάτου τὰς συντάξεις
τῶν Τούρκων ἔστησαν κατὰ τάξιν πλησίον τοῦ κάστρου,
ὡς ἐθέσπισεν ὁ ψευδοπροφήτης. Τοὺς δὲ τοξότας ἐκείνους
τοὺς ἀναριθμήτους τῶν Τούρκων ἐκέλευσαν πάντας ὁμοῦ

τοξεύειν ἐπάνω τοῦ κάστρου καὶ τῶν προμαχιονίων, ὡς (325)
ἵνα λαβώσουν καὶ φονεύσουν τινὰς τῶν Ῥωμαίων, καὶ
φοβηθῶσιν οἱ ἄλλοι καὶ φύγωσιν ἐκ τοῦ τείχους, καὶ
ἀπὸ τούτου ἄδειαν εὕρουν καὶ ἀναβῶσιν οἱ Μουσουλ-
μάνοι ἐπάνω ἀνεμποδίστως, καὶ κρατήσουν τὴν πόλιν.
Ὁ δὲ λαὸς τῶν Ῥωμαίων ὁρῶν τὰ πολεμικὰ καὶ μάχιμα (330)
ἔργα τῶν Τούρκων, καὶ τὴν πλησμονὴν τοῦ φωσάτου
γενεῶν τῶν ἀπείρων, καὶ τὴν ὁρμὴν τῶν Ταρτάρων καὶ
τῶν Μουσουλμάνων τὴν τόλμην, καὶ τὰ πρὸ ὀλίγου
πραχθέντα, ὅτι ἐντὸς εἰς τὰς σούδας ἀπέκτειναν οἱ Τοῦρ-
κοι Ῥωμαίους καὶ ἄλλους ἔμπροσθεν εἰς τὰς πόρτας, (335)
ἐδειλίασαν μέγα, καὶ σχεδὸν πρὸς φυγὴν οἱ πλείονες
ἐθεώρουν. Ὢ ὥρας τῆς πικροτάτης ἐκείνης, ὢ λύπης
τῆς ἀφορήτου, ὢ ἀπελπισίας μεγίστης.
16. Τίς οὐκ ἔφριξε τὴν ἡμέραν ἐκείνην; τίς οὐκ
ἐτρόμαξε τὴν ὥραν ταύτην ὁρῶν τοὺς Ῥωμαίους εἰς (340)
τοσαύτην δειλίαν καὶ τοὺς Μουσουλμάνους εἰς θράσος
τοσοῦτον; Καὶ τίς τῶν ἀκαταπλήκτων τότε οὐ κατε-
πλήγη καὶ τῶν ἀνδρείων οὐκ ἐφοβήθη, οὐχὶ τὸν θάνατον,
οὐχὶ τὸν θάνατον λέγω, φυσικὸς γὰρ ὑπάρχει, ἀλλὰ τῆς
μεγαλοπόλεως ταύτης τὴν ἅλωσιν καὶ τὴν αἰχμαλω- @1 (345)
σίαν τοῦ γένους, τῶν γυναικῶν τὰς ἀτιμίας, τῶν σω-
φρόνων τὰς αἰσχρουργίας, τὴν περιτομὴν τῶν βρεφῶν,
τῶν ναῶν τὴν ἀπώλειαν, τῶν ἁγίων εἰκόνων τοὺς ἐμ-
παιγμούς, τοῦ μεγίστου Θεοῦ τὴν σοφίαν ὑμνητήριον
τοῦ Μωάμεθ καὶ κατοικητήριον τῶν δαιμόνων καὶ μασγή- (350)
διον ἀποκαταστῆσαι τοῦ Ῥασοὺλ καὶ Μωάμεθ. Τὸ δὲ
χεῖρον καὶ βλαβερὸν καὶ μυριοπλάσιον τοῦ κακίστου θα-
νάτου κάκιστον τῇ μεταθέσει καὶ ἀπωλείᾳ τῆς εὐσεβοῦς
πίστεως τῶν Χριστιανῶν πρὸς τῶν Μουσουλμάνων τὸ

σέβας καὶ τὴν περιτομὴν τοῦ Μωάμεθ. Ὢ θρήνου μεγί- (355)
στου ἄξιος ἡ ὥρα ἐκείνη, ὢ τρικυμίας ἀκατασχέτου.
Τίς ἡμῶν τὰς οἰμωγὰς οὐ συνεπένθησε τότε; τίς ἀκοὴ
φέρει τὸ ἄκουσμα, ποία ὄψις τὸ θέαμα; Καὶ γὰρ εἰς τὰς
τοσαύτας καὶ τοιαύτας καὶ τηλικαύτας ἀνάγκας οὐ-
δένα βοηθοῦντα ἢ διεγεῖραι ἢ παροτρῦναι ἡμεῖς εἴχομεν, (360)
ἐπεὶ ὁ μὲν εἷς βασιλεὺς κατατρυχόμενος ὑπῆρχεν ἐκ νό-
σου καὶ γήρους, καὶ οὐκ ἠδύνατο ὁπλισθῆναι ἢ ἀναβῆναι
ἐφ’ ἵππου, ἀλλὰ ἐντὸς τοῦ παλατίου εὑρίσκετο καὶ τὸ
κατὰ δύναμιν ἔπραττεν. Ὁ δ’ ἄλλος ἀνέβη ἐφ’ ἵππου
καθωπλισμένος ὡς ἔδει, καὶ τὴν πύλην ἐξῆλθε Ῥωμανοῦ (365)
τοῦ ἁγίου, καὶ ἔστη ἐκεῖσε πλησίον τῆς πόρτης.
17. Ὡς δὲ ἔφθασεν ἡ ὥρα ὁποία ἣν ὁ ἄθεος ἀνέ-
μενε Μηρσαΐτης, ἤγουν ἡ μία ἐκάζοθεν ἐκ τὸ μέσον
ἡμέρας, ἀνέβην ἐφ’ ἵππου ὑψηλοῦ καὶ μεγάλου, καὶ οἱ
περὶ ἐκεῖνον πεντακόσιοι ἄνδρες τοὺς ἔφερεν Τουρκοκα- (370)
λογέρους, ὡς ἵνα ἔχωσιν οὗτοι κέρδος καὶ κοῦρσος τὰς @1
καλογραίας τῆς πόλεως, ἀνεβόησαν ὕμνον τῇ Περσικῇ
διαλέκτῳ πρὸς τὸν Μωάμεθ καὶ εὐφημίας πρὸς Μηρσαΐ-
την. Καὶ τρὶς ἐποιήσαντο τοῦτο, ἕως ὅτε αὐτὸς ἔλθη
πρὸς τὴν μάχην. Πλὴν καὶ σκουτάριον ἐβάσταζον ἔμ- (375)
προσθεν τούτου μέγιστον παρὰ φύσιν, ὡς ἵνα θαυμά-
ζουσιν ἀπὸ τούτου τὰ μωροθαύμαστα ἔθνη τῶν Μου-
σουλμάνων τὸν Μηρσαΐτην ἐκεῖνον. Αὐτὸς δὲ ὅταν πλη-
σίον ἦλθε πρὸς τὰς συντάξεις τῶν Μουσουλμάνων, ἀνε-
βόησε μέγα, «Ῥασούλ, Ῥασοὺλ Μαχουμέτη». Καὶ (380)
γυμνώσας τὸ ξίφος καὶ ὠθήσας τὸν ἵππον, καὶ κράξας
πρὸς τὰς συντάξεις τὸ «Ἀλὰχ Ταγκρύ, Ῥασοὺλ Μαχου-
μέτη», συνανεβόησαν ἅμα καὶ τῶν Μουσουλμάνων τὰ
πλήθη, καὶ μετὰ ὁρμῆς καὶ κραυγῆς καὶ κρότων καὶ ὀρ-

γάνων καὶ μυρίων ἄλλων ἀλαλαγμάτων τε καὶ σαλπίγ- (385)
γων ἔφθασαν εἰς τὰ τείχη τοῦ κάστρου ἀπὸ τῆς Ξυλοπόρ-
της ἕως καὶ τῆς Χρυσίας, τὴν αὐτὴν λέγω καὶ μίαν ὥραν
τῆς ἡμέρας ἐκείνης. Καὶ πᾶν πολεμικὸν ὄργανον ἔφερον
ἀνὰ χεῖρας, καὶ ἠκούμβησαν εἰς τὰ τείχη, ἔθηκαν σκάλας,
ἀνέβαιναν εἰς τὸ κάστρον, ἐτρυποῦσαν τοὺς πύργους. (390)
Καὶ οὐδεὶς εὑρέθην ὁ ἐμποδίσας ἐκείνους ἐκ τοῦ μεγίστου
φόβου καὶ δειλίας ὁποίας ἔλαβον οἱ Ῥωμαῖοι.
18. Τίς γὰρ οὐκ ἐτρόμαξε τὴν ὥραν ἐκείνην; τίς
οὐκ ἔφριξε ταύτης τὴν θέαν; τίς ἀκοὴ φέρει τὸ ἄκουσμα,
ποία ὄψις τὸ θέαμα; Καὶ γὰρ ἐν μιᾷ καιροῦ ῥοπῇ μυ- (395)
ριάδας βελῶν, τουτέστι σαγίττας, ἐτόξευσαν ἐπάνω τῶν @1
Ῥωμαίων, καὶ ἔπεσον εἰς τὰ τείχη τῆς πόλεως καὶ
ἐντός, ὥστε καὶ τὸν αἰθέρα ἐκάλυψαν καὶ αὐτὸ τὸ φῶς
τοῦ ἡλίου ἐσκέπασαν, καὶ ἡμᾶς πάντας φόβος ἐκράτησε
καὶ δειλία ἐξέπληξε, καὶ μικρὸν ἀπεκρύβημεν. Ἀλλ’ οὐ (400)
μακράν, ἀλλ’ ὄπισθεν τῶν προμαχιονίων ἐστάθημεν. Ὡς
δὲ οἱ Τοῦρκοι γυμνὸν τὸ κάστρον ἀπὸ ἀνθρώπους ἰδόντες
ὑπέλαβον ἀφυλάκτως εἶναι, καὶ μετὰ θράσους μεγίστου
καθ’ ἡμῶν εἰσβάλλουσι πάντες. Καὶ οἱ μὲν μετὰ σκαλῶν
ἀνέβαινον δι’ ᾧ εἰς τὸ κάστρον, οἱ δὲ καὶ μὲ τὰς ἀγγύρας (405)
καὶ τὰς φάλκας ἐκείνας. Ἄλλοι δὲ ἐτρυποῦσαν μὲ συ-
στὰς τοὺς πύργους, ἄλλοι ἐχαλοῦσαν μὲ τζόκους τὸ
κάστρον, ἄλλοι ἔκαψαν τὰς πόρτας τοῦ ἔξω κάστρου,
καὶ πᾶν τολμηρὸν καὶ ἀνδρεῖον οἱ ἀσεβεῖς ἐποιοῦντο
πρὸς κατάπληξιν τὴν ἡμετέραν. Ταῦτα ὁρῶντες οἱ δυ- (410)
στυχεῖς καὶ ἀπελπισμένοι Ῥωμαῖοι εἰς ἑαυτοὺς ἐπανῆλ-
θον, καὶ περιεργασθέντες πῶς πόθεν, ἀλλαχόθεν χεῖραν
οὐκ ἔχοντες βοηθείας οὔτε τινὰ πρὸς τὸ διεγεῖραι καὶ
παροτρῦναι τὸν λαὸν πρὸς τῶν Τούρκων τὴν μάχην τὴν

παροτρῦναι τὸν λαὸν πρὸς τῶν Τούρκων τὴν μάχην τὴν
φρικτοτάτην ὥραν ἐκείνην. Καὶ ἐξενεγκόντες οὗτοι ἑαυ- (415)
τοὺς διεγείρονται πρὸς ἀνδρείαν καὶ τόλμην. Καὶ γὰρ
οἱ δειλοὶ τὸ πρότερον καὶ φυγοὶ καὶ κατατρυπούμενοι
ἄφνω τολμηροὶ εὑρέθησαν καὶ γενναῖοι πολεμισταὶ καὶ
ἀνδρεῖοι καὶ περιφρονηταὶ τῶν πληγῶν καὶ δεινῶν λα-
βωμάτων καὶ τῶν παντοίων θανάτων. (420)
19. Καὶ τῆς Παναγίας τῇ βοηθείᾳ τῇ τόλμῃ ῥω-
σθέντες ὁρμῶσι ξιφήρεις κατὰ τῶν ἀσεβῶν καὶ μὲ λίθους,
καὶ ὡς καπνοῦ κινήσαντος σμῆνος ἄλλος ἐπ’ ἄλλῳ διε- @1
γείρεται, καὶ ἀνίσταται γένος ἅπαν καὶ ἡλικία πᾶσα,
καὶ ἕκαστος μεθ’ ὧν ἠδύνατο ὅπλων, ἕτεροι δὲ καὶ ἄνευ (425)
τῶν ὅπλων, ἄλλοι μετὰ ξιφῶν τε καὶ κονταρίων. Ἕτεροι
δὲ οὐδὲ ἐξ αὐτῶν εὐποροῦσαν, ἀλλὰ τὰς ταύλας ὅπου
ἐτρώγαν καὶ τὰ τυμπάνια τῶν βουτζίων ἔδησαν μὲ σχοι-
νία, καὶ ἐβάσταζαν ἀντὶ σκουταρίων. Τινὲς δὲ οὐδὲ μετ’
αὐτῶν εἰς τὸν πόλεμον ἦλθον, ἀλλὰ μὲ λίθους καὶ μόνον (430)
ἐμάχοντο τολμηρῶς καὶ ἀνδρείως, ὡς κατάφρακτοι μετὰ
παντοίων τῶν ὅπλων. Καὶ ἕτερος ἔτερον, καὶ ἄλλος
ἄλλον, καὶ πρὸς ἀλλήλων ἀλλήλοις ἀνδρείως καὶ θαρ-
σαλέως ἠγωνίζοντο, καὶ ἐπαροτρύναντο πρὸς τὴν σφο-
δροτάτην μάχην ἐκείνην, λέγων «Ναὶ, ὦ φίλοι, ὦ ἀδελ- (435)
φοί, ὦ συμπατριῶται, ἀγωνισώμεθα σήμερον, σπουδά-
σωμεν, προκινδυνεύσωμεν ἑαυτοὺς ὑπὲρ ἐμαυτῶν καὶ γυ-
ναικῶν καὶ τέκνων καὶ ὑπὲρ ἐλευθερίας τοῦ γένους καὶ
τῆς πατρίδος ἡμῶν καὶ τῆς μεγαλοπόλεως ταύτης, καὶ
τὸ μεῖζον, τῆς ἀληθοῦς πίστεως τῶν Χριστιανῶν. Τί (440)
οὖν, ἐὰν μὴ νῦν ἀποθάνομεν; Οὐ τεθνηξόμεθα πλέον;
Ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, δράμωμεν πρὸς τὸν
κίνδυνον τοῦ πολέμου ὡς οἱ μάρτυρες πρὸς τὸ στάδιον
τῶν τυράννων». Ταῦτα διαλεγομένων καὶ παροτρυνο-

μένων πρὸς ἀλλήλους ἔσπευδον πάντες, καὶ ἠγωνίζοντο (445)
ὡς κεκραιπαληκοὶ καὶ βεβαπτισμένοι ἐξ οἴνου, καὶ ὡς
ἐκ συνθήματος ἅμα ἐκ τοῦ ἑνὸς ἄκρου τῆς πόλεως ἄχρι
καὶ τοῦ ἑτέρου ἐν μιᾷ φωνῇ καὶ ὁρμῇ καὶ κραυγῇ κατὰ @1
τῶν πολεμίων εἰσβάλλουσι, καὶ σφοδροτάτου συρραγέν-
τος πολέμου καὶ καρτερωτάτης τῆς μάχης ἐφ’ ἱκανῆς (450)
τε τῆς ὥρας πολλοὶ ἐκ τῶν δύο μερῶν ἐλαβώθησαν καὶ
ἀπέθανον.
20. Τὸ δὲ ἀκατάπληκτον τῶν ἀνδρικωτάτων καὶ
γενναιοτάτων Ῥωμαίων δειλοὺς καὶ τρεπτοὺς τοὺς Μου-
σουλμάνους ἀπέδειξεν. Καὶ τοὺς μὲν ἀναβαίνοντας μετὰ (455)
τῆς φάλκας ἐπάνω τοῦ ἔξω κάστρου τὰς κεφαλὰς ἀπέ-
τεμον τούτων καὶ πρὸς βασιλέα ἔφερον, τοὺς δὲ Μου-
σουλμάνους τοὺς ἄλλους τοὺς ἐτρυποῦσαν τὸ κάστρον
καὶ τοὺς πύργους, ἀπέκτειναν ἐντὸς εἰς τὰς τρύπας.
Τὰ δὲ πλήθη τὰ ἄλλα τὰ γεγαυριωμένα καὶ ἐπηρμένα (460)
τῶν Τούρκων ἐλάβωσαν, ἐφόνευσαν, ἐδίωξαν, καὶ τὰ
πολεμικὰ καὶ μαχιμώτατα τούτων ἔργα ἐπήρασι. Καὶ
μὴ μόνον οἱ στρατιῶται καὶ οἱ ἐπιστήμονες τοῦ πολέμου
ἠργάζοντο ταῦτα, ἀλλὰ καὶ τῆς πολιτείας οἱ ἄρχοντες
καὶ τῆς χώρας οἱ ἐπιστήμονες καὶ τὸ κοινὸν ἅπαν καὶ (465)
τῶν ἱερέων καὶ τῶν μοναχῶν τὰ συστήματα καὶ τῶν
ἀρχιερέων οἱ κρείττονες καὶ πνευματικῶν τῶν ὁσίων οἱ
ὁσιώτατοι· καὶ τῶν ἔξω χωρῶν οἱ ἄνθρωποι τολμηροὶ
καὶ γενναῖοι καὶ περιφρονηταὶ τῶν πληγῶν καὶ τραυ-
μάτων καὶ τῶν θανάτων ἐφάνησαν. (470)
21. Ἀλλὰ καὶ γυναῖκες πολλαὶ εἰς ἀνδρὸς θράσος
μεταλλαττόμεναι ἐπὶ τοῦ πολέμου τὴν ὥραν τὴν φρικτο-
τάτην ἐκείνην οὐκ ἀπεκρύβησαν, οὐδὲ ὡς γυναῖκες ἐδει-
λίασαν, ἀλλὰ καὶ μᾶλλον τοῦ πολέμου τὴν ὥραν εἰς τὸ @1

ἔξω κάστρον ἔφθασαν, καὶ αἱ μὲν πέτρας εἰς τὸ τεῖχος (475)
ἀνέβαζον πρὸς τοὺς πολεμιστὰς τῶν Ῥωμαίων, καὶ ηὐ-
δρείωναν αὐτούς, καὶ ὠθοῦσαν αὐτοὺς πρὸς τὴν μάχην
καὶ τὸν πόλεμον· ἄλλαι δὲ ἐκρατοῦσαν ᾠὰ καὶ στουππιά,
καὶ τοὺς λαβωμένους ἰάτρευον· ἄλλαι ὕδατα καὶ οἴνους
ἐπότιζον αὐτοὺς φλεγομένους τῇ δίψῃ ἐκ τοῦ πολέμου· (480)
ἄλλαι δὲ τοὺς γνησίους αὐτῶν ἀδελφοὺς καὶ τέκνα καὶ
τοὺς ὁμοζύγους κατεμπόδιζον μὴ καταβῆναι ἀπὸ τοῦ
τείχους τοῦ κάστρου καὶ τοῦ πολέμου σχολάσαι, ἀλλὰ
ἀφόβως καὶ ἀκλονήτως καὶ θαρσαλέως πολεμίζειν τοῖς
Τούρκοις ἔλεγον. Ἀλλὰ καὶ μετὰ προσοχῆς καὶ στρα- (485)
τιᾶς ἐκεῖναι περιεπάτουν ἐκεῖσε. Ἐστρατεύοντο δὲ καὶ
πρὸς ἀλλήλας, μία τὴν ἄλλην ἐνουθέτει, καὶ ἔλεγεν·
«Βλέπε μὴ πλησιάσῃς τὸ κάστρον τὸ μέγα, ὅτι τῶν
Τούρκων αἱ σαγίτται κρόνουν ἐκεῖσε καὶ εἰς τὸ μέρος
ἐκεῖνο, ἀλλὰ περιπατεῖτε πλησίον εἰς τὸ μέρος τοῦ ἔξω (490)
κάστρου, ἵνα σκέπεσθε ὑπὸ τούτου». Πλὴν ἐλαβώθησαν
καί τινες μὲ σαγίττας. Καὶ οὐδὲ αὐτὸ τὰς ἄλλας ἐθρόη-
σεν, ἵνα εἰσέλθουσιν ἐντὸς τοῦ κάστρου τῆς πόλεως, ἀλλὰ
ἐσπούδαξαν καὶ ἐκεῖναι τὸ δυνατὸν αὐτῶν εἰς τὴν μάχην
μέχρι τὸ πέρας ἴδωσι τοῦ πολέμου. (495)
22. Ἐπεὶ δὲ καὶ πρὸς δυσμὰς ἐξέκλινε τὸ φῶς
τοῦ ἡλίου, καὶ οἱ Ῥωμαῖοι ἀκλονήτως ἵσταντο πρὸς
τὴν μάχην τὴν φρικτοτάτην τῶν Τούρκων, καὶ ἠγωνί-
ζοντο καὶ ἀνδρείως, οἱ ἀσεβεῖς ἀπὸ τούτων καὶ ἄπρακτοι
εὑρεθέντες καὶ ᾐσχυμμένοι καὶ ἡττημένοι ἀναιδῶς στρα- @1 (500)
φέντες ἔφευγον. Καὶ δῆλον ὅτι τὰ πολεμικὰ καὶ μάχιμα
τούτων ὅπλα τὰ μὲν πλησίον τοῦ κάστρου τοῖς Ῥω-
μαίοις ἄκοντες καταλείψαντες, τὰ δὲ μακρότερα ἑκόντες
τῷ πυρὶ παρέδωκαν. Καὶ τέρας ἔδοξε τοῦτο καὶ ἐξαίσιον

ἔργον, πῶς οἱ ἐπηρμένοι καὶ γαυριώμενοι τὸ πρότερον (505)
ἄφνω κατηφεῖς εὑρέθησαν καὶ ἀχρεῖοι, καὶ πῶς οἱ πρό-
τερον ἐπεθύμουν τὸν πόλεμον τῶν Ῥωμαίων, ἀπαραπρο-
σδοκήτως τὸ λοιπὸν ἔφυγον ἀπὸ τούτων. Καὶ γὰρ ἀλη-
θῶς τοῦτο ἔργον ἀοράτως ἐπέμφθη ἐκ δυνάμεως θείας.
Καὶ οἱ Ῥωμαῖοι τοῦτο ἰδόντες ἐξεπλήττοντο μὲν τὸ (510)
θαῦμα, ἔχαιρον δὲ τὴν φυγήν τε τῶν πολεμίων ἐκείνων,
καὶ χαίροντες ἔλεγον· «Ὢ γλυκύτητα ἡμέρας ταύτης
καὶ ὥρας, ὢ μεταλλαγῆς θαυμασίας καὶ ἐναλλαγῆς
ἀνελπίστου, ὢ ἀπαραπροσδοκήτου ἐλευθερίας καὶ εὐφρο-
σύνης, ὢ εὐθυμίας ἀνεκλαλήτου καὶ ἡδονῆς ἀνεκφρά- (515)
στου».
23. Καὶ γὰρ ταῦτα τῶν πολυάθλων Ῥωμαίων λε-
γόντων ἔχαιρον ἅμα καὶ σκιρτῶντες εὐθύμουν, τὰς πα-
λάμας ἐκρότουν, καὶ τρανῶς τὸν Θεὸν εὐχαρίστουν, καὶ
τὴν Παναγίαν ἀνέπεμπον ὕμνους, καὶ ἐκ ψυχῆς δοξά- (520)
ζοντες ἔλεγον· «Τοῦτο τὸ πολυύμνητον καὶ πολυθρύ-
λητον καὶ ἐξαίσιον καὶ ἐξαίρετον καὶ θαυμάσιον καὶ
θαύματος ἄξιον θαῦμα τῆς Παναγίας ἀληθῶς καὶ ἀναμ-
φιβόλως ὑπῆρχεν, ὡς καὶ τὰς μαρτυρίας ἔχομεν παρὰ
μαρτύρων ἀπαραγράπτων κατὰ τοὺς φιλευσεβεῖς νόμους. (525)
Φάσκοντες γὰρ αἱ παρὰ τῶν ἐχθρῶν μαρτυρίαι ἀξιο- @1
πιστότεραί εἰσιν. Ἐπειδὴ δὲ οἱ ἐχθροὶ καὶ πολέμιοι ἡμῶν
δέδωκαν μαρτυρίαν τοιαύτην, πάνυ ἐστὶν ἀληθέστατον
τὸ θαῦμα τῆς Παναγίας. Ἔλεγεν γὰρ Μηρσαΐτης καὶ
πατριάρχης τῶν Τούρκων, ὅτι ἡ πόλις ἐπρόκειτο παρ’ (530)
ἡμῶν αἰχμαλωτισθῆναι, ὡς οἱ σοφοὶ τῆς Περσίας εἰς
τὸν καιρὸν τοῦ Μωάμεθ ἐψηφοφόρησαν περὶ τούτου, καὶ
εὗρον ὅτι εἰς τὸ ἔτος καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν
ταύτης τῆς ὥρας ἡ πόλις παρ’ ἡμῶν πρόκειται κρατη-

θῆναι. Καὶ ἔμελλε τοῦτο γενέσθαι κατὰ τὴν δύναμιν (535)
τῶν ἀστέρων καὶ τὴν τέχνην τῶν ἀστρονόμων».
24. Ἀμὴ ἡ γυναῖκα ἐκείνη ἡ ὀξέα φοροῦσα καὶ
περιπατοῦσα τοῦ κάστρου καὶ τῶν προμαχιονίων ἐπάνω
ἀφόβως τοῦ πολέμου τὴν ὥραν, ἐκείνη ἀντέπραξε τὰς
δυνάμεις τῶν ἄστρων καὶ τὴν τέχνην τῶν ἀστρολόγων. (540)
Πλὴν οὐκ ἀπὸ γῆς οὐδὲ ἐξ ἀνθρώπων τὴν δύναμιν εἶχεν,
ἀλλ’ ἐξ οὐρανοῦ καὶ ἀοράτου δυνάμεως. Ὁμοίως καὶ τὰ
στρατεύματα πάντα τῶν Τούρκων ἐσυνεμαρτύρουν ἐνόρ-
κως τὸν Μηρσαΐτην ἐκεῖνον, καὶ ἐδιηγοῦντο πρὸς πάντας
ὅτι τοῦ πολέμου τὴν ὥραν, ὅταν μὲ θράσους καὶ ὁρμῆς (545)
ἀκρατήτου ἔφθασαν εἰς τὰ τείχη τοῦ κάστρου, ἵνα ἀνα-
βῶσιν ἐπάνω καὶ διώξωσι τοὺς Ῥωμαίους καὶ τὴν πόλιν
αἰχμαλωτίσουν, τότε εἶδον γυναῖκαν ὀξέα ῥοῦκα φοροῦ-
σαν καὶ περιπατοῦσαν ἐπάνω τῶν προμαχιονίων τοῦ ἔξω
κάστρου. Καὶ ταύτην ἰδόντες, σκότος καὶ ζάλη καὶ τρό- (550)
μος καὶ φόβος ἄφνω εἰς τὰς ψυχὰς εἰσῆλθε τῶν πάντων, @1
καὶ πρὸς φυγὴν ἔβλεψαν, καὶ εἰς πόλεμον οὐδὲ ὅλως, καὶ
ἀπὸ δυνάμεώς τε καὶ τέχνης τῆς γυναικὸς γὰρ ἐκείνης
ἔλαβον τὴν δειλίαν, καὶ ἠλευθερώθη ἡ πόλις.

25. Ἐγένοντο δὲ ταῦτα κατὰ τὸν καιρὸν τοῦ ἑξα- (555)
κισχιλιοστοῦ ἐννακοσιοστοῦ τριακοστοῦ ἔτους, μηνὸς Αὐ-
γούστου κδʹ, ἡμέρᾳ δευτέρᾳ, ὥρᾳ τῆς ἡμέρας ἑβδόμῃ.
Καὶ παρὰ μὲν τῶν Τούρκων ἐλαβώθησαν καὶ ἀπέθανον
ἐπέκεινα μιᾶς χιλιάδος, ἐκ δὲ τῶν ἡμετέρων μετὰ ἀλη-
θείας ἐλαβώθησαν μὲν ἐλάττονες ἀπὸ ἑκατόν, ἀπέθανον (560)
δὲ οὐ πλείονες τῶν τριάκοντα. Καὶ χαίρετε, ὦ φίλοι,
χαίρετε τὸ μὲν τὴν ἐλευθερίαν τῆς πόλεως, τὸ δὲ τῶν
Ῥωμαίων τὸ γενναῖον καὶ ἀκατάπληκτον, τὸ δὲ τὸ παν-
θαύμαστον θαῦμα τῆς Παναγίας, καὶ ταύτην ὑμνήσατε,
δοξολογήσατε, καὶ ὕμνους εὐχαριστηρίους ἀναπέμψατε (565)
εἰς τὸ μέγιστον ἔργον τῆς ἐλευθερίας, ἧς εὐεργετήθημεν
παρὰ τῆς ἐνδόξου καὶ ἀειπαρθένου Μητρὸς τοῦ Κυρίου,
καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ
δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. @1
Kυριάκος Παπαδόπουλος Κ.Π.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου